Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 18 Μαΐου 2011

ΠΡΟΚΑΤΑΛΥΣΑΣ ΤΟ ΚΡΑΤΟΣ ΤΟΥ ΘΑΝΑΤΟΥ...

Προκαταλύσας τὸ κράτος τοῦ θανάτου, Χριστὲ τῷ θανάτῳ σου, ζωὴν παρέσχες βροτοῖς, ἐν τῇ ἐνδόξῳ Ἐγέρσει σου, συνεξεγείρας, γένος ἀνθρώπων τῇ καταβάσει σου. Ὅθεν χαριστήριον, αἶνόν σοι ᾄδομεν, τὴν ἑορτὴν ἑορτάζοντες, τῆς τριημέρου, καὶ λαμπροφόρου σου Ἀναστάσεως, ἐν ᾗ τὸ μέσον τῶν πανσέπτων νῦν, ἡμερῶν ἡμῖν πᾶσιν ἐπέλαμψεν, Ἰησοῦ ζωοδότα, εὐεργέτα τῶν ψυχῶν ἡμῶν.
Πρὸ τοῦ τιμίου σταυροῦ σου καὶ τοῦ Πάθους, θαυμάτων τὰ ἔνδοξα, ἐπιτελῶν τοῖς λαοῖς, τῆς ἑορτῆς καθὼς γέγραπται, ἐν μέσῳ ἔστης, τῆς νομικῆς Χριστὲ Παντοδύναμε, καὶ πᾶσιν ἐβόησας· Εἴ τις διψᾷ, πρὸς ἐμὲ αὐτομολείτω, καὶ ὕδατος τοῦ θείου πόμα, ἀπαντλησάτω καὶ ζωῆς νάματα· ὕδωρ ζωῆς γὰρ καὶ δυνάμεως καὶ σοφίας ἐγὼ πᾶσι δίδωμι, ὅτι θέλων ἀνθρώποις, ὡμοιώθην ὡς φιλάνθρωπος.
Ὡς ἐπὶ κλίνης με κείμενον ὀδύνης, Χριστὲ πολυέλεε, τῶν ἐγκλημάτων μου καὶ παρειμένον τοῖς μέλεσιν, ὡς διὰ μέγα, φιλανθρωπίας πέλαγος ἄνθρωπος, θελήσει γενόμενος, νῦν ἀοράτως με, ὡς τὸν παράλυτον ἔγειρον, καὶ τρίβους θείας, τῶν ἐντολῶν σου τρέχειν εὐόδωσον, ὁ πρὸ τοῦ Πάθους, τοῖς λαοῖς Σωτήρ, τῶν Ἑβραίων θαυμάτων τοῖς πλήθεσι, παριστάμενος ὅτι, Θεὸς ὤν, βουλήσει πάσχεις σαρκί.
Ὅτε παρεγένου ἐν ἱερῷ Χριστὲ ὁ Θεός, μεσούσης τῆς ἑορτῆς, τότε τοῖς λαοῖς ἐδίδασκες βοῶν· ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ ζήσεται· οἱ δὲ Ἰουδαῖοι διεπρίοντο, μετὰ τῶν Φαρισαίων, καὶ Σαδδουκαίων, καὶ Γραμματέων, λέγοντες· Τίς ἐστιν οὗτος, ὃς λαλεῖ βλασφημίας; μὴ λογιζόμενοι, ὅτι σὺ ὑπάρχεις ὁ πρὸ πάντων αἰώνων, σὺν Πατρὶ καὶ Πνεύματι δοξαζόμενος, Θεὸς ἡμῶν, δόξα σοι.