Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 18 Απριλίου 2011

ΑΛΛΟΤΡΙΟΝ ΤΩΝ ΑΣΕΜΝΩΝ Η ΣΩΦΡΟΣΥΝΗ ΚΑΙ ΞΕΝΟΝ ΤΟΙΣ ΔΙΚΑΙΟΙΣ

Ἀλλότριον τῶν ἀσέμνων ἡ σωφροσύνη καὶ ξένον τοῖς δικαίοις ἡ παρανομία. Ἰωσὴφ δὲ ὁ μέγας, ἐξέκλινε τὴν ἁμαρτίαν, καὶ σωφροσύνης ἐχρημάτισεν εἰκών, καὶ τύπος ὄντως Χριστοῦ.

Ἀλλότριον τῶν ἀνόμων ἡ εὐνομία, καὶ ξένον τοῖς ἀπίστοις ἡ θεογνωσία, Ἰουδαῖοι δὲ ταῦτα, ἀπώσαντο δι' ἀνομίαν· διὸ καὶ μόνοι ἐκληρώσαντο, καθάπερ ἡ συκῆ τὴν ἀράν.

Ἐπείνασε τῶν ἀνθρώπων τὴν σωτηρίαν, ζωῆς ὑπάρχων ἄρτος, ὁ Χριστὸς καὶ Θεός, μου, ὡς συκῆν δὲ προφθάσας, τὴν ἄκαρπον συναγωγήν, φύλλοις κομῶσαν νομικοῖς αὐτήν, ὡς εἶδε κατηράσατο.

Τὴν νομικὴν ἀκαρπίαν προκατηράσω, ὡς φύλλα ἐξανθοῦσαν, τοῦ γράμματος σκιώδη γνώμην, τοὺς καρποὺς δὲ τῶν ἔργων οὐκ ἔχουσαν δι' ἀνομίαν, ἡμᾶς δὲ πάντας τούς τῆς χάριτος, υἱοὺς Σωτὴρ εὐλόγησον.

Ἡ ῥάβδος μὲν Μωϋσέως τὸ πρὶν εἰς ὄφιν, ἡ Ἀαρὼν δὲ ῥάβδος, εἰς χλωρὸν μετεβλήθη, καὶ ἐξήνθησε φύλλα, ἡ ἄκαρπος καὶ ξηρανθεῖσα, συναγωγὴ δὲ ἡ παράνομος, εἰς ἄκαρπον μετήχθη συκῆν.

Ἑτοίμαζε Ἰουδαία τοὺς Ἱερεῖς σου, εὐτρέπιζε τὰς χεῖρας πρὸς θεοκτονίαν. Ἰδοὺ γὰρ ἦλθε πραΰς, καὶ ἥσυχος ἐπὶ τὸ Πάθος, ἀμνὸς ὑπάρχων καὶ ποιμὴν ἡμῶν, Χριστός ὁ Βασιλεὺς Ἰσραήλ.

Ὑπόδεξαι Ἰουδαία τὸν Βασιλέα· ἰδοὺ γὰρ πρὸς τὸ Πάθος, ἔρχεται ἑκουσίως, ἵνα πάθῃ καὶ σώσῃ, τοὺς κράζοντας ἀκαταπαύστως· Εὐλογημένος ὁ ἐρχόμενος, Σταυρῷ σῶσαι τὰ σύμπαντα.

Μετέστρεψεν Ἰουδαία τὰς ἑορτάς σου, εἰς πένθος ὁ Δεσπότης, κατὰ τὴν προφητείαν· θεοκτόνος γὰρ ὤφθης, τοῦ στρέψαντος ποτὲ τὴν πέτραν, καὶ τὴν ἀκρότομον εἰς ὕδατα, καὶ λίμνας καθὼς ψάλλει Δαυΐδ.

Ἀλλότριον τοῖς ἀνόμοις τὸ σὲ δοξάζειν, τὴν ἄναρχον οὐσίαν, Πατέρα, καὶ Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα, τὴν ἄκτιστον παντοκρατορίαν, δι' ἧς ὁ σύμπας Κόσμος ἥδρασται, τῷ νεύματι τοῦ θείου κράτους αὐτῆς.