Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 3 Απριλίου 2011

ΛΟΓΩ, ΚΥΒΕΡΝΩΜΕΝΟΣ ΨΥΧΩΝ, ΘΕΙΟΣ ΟΙΚΟΝΟΜΟΣ ΕΔΕΙΧΘΗΣ...

Λόγῳ, κυβερνώμενος ψυχῶν, θεῖος οἰκονόμος ἐδείχθης, μυσταγωγός τε πιστός, σπέρματα σωτήρια καταβαλλόμενος, καὶ θερίζων τὸν ἄσταχυν, πολύχουν θεόφρον, τοῦτον τῷ Δεσπότῃ σου, φέρεις γηθόμενος, ᾧ νῦν παριστάμενος μάκαρ, μέμνησο τῆς ποίμνης σου ταύτης, τῆς ἀεὶ τιμώσης σε θεόπνευστε.

Πρᾶος, πεφυκὼς καὶ προσηνής, τῆς Ὀρθοδοξίας τῷ ζήλῳ, ὤφθης μαχόμενος· πίστιν γὰρ ὡς θώρακα περιβαλλόμενος, καὶ ὡς δόρυ ἐγκράτειαν, Νικήτα θεόφρον, ἅπασαν τὴν βλάσφημον, αἵρεσιν ἤλεγξας, θείαν, τοῦ Σωτῆρος εἰκόνα, σέβων καὶ τιμῶν θεοφόρε, ὅροις πατρικοῖς σαφῶς ἑπόμενος.

Ὅτε, ἐξορίαις σε πικραῖς, καὶ σκοτεινοτάτοις ἐν τόποις, ὁ σκοτεινότατος, τύραννος κατέκλεισε θηρῶν ὠμότητι, Παραδείσου τὴν οἴκησιν, ἐν νῷ περιφέρων, χαίρων τε τῷ πνεύματι, Πάτερ ὑπέμεινας, οὗ νῦν, τὴν εὐπρέπειαν βλέπειν, ὄντως κατηξίωσαι μάκαρ, τὰ τῶν πόνων ἔπαθλα δρεπόμενος.