Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 8 Απριλίου 2011

ΒΑΒΥΛΩΝΙΑ ΚΑΜΙΝΟΣ, ΤΟΥΣ ΠΑΙΔΑΣ ΟΥΚ ΕΦΛΕΞΕΝ, ΟΥΔΕ ΤΗΣ ΘΕΟΤΗΤΟΣ...

Βαβυλωνία κάμινος, τοὺς Παῖδας οὐκ ἔφλεξεν, οὐδὲ τῆς Θεότητος τὸ πῦρ, τὴν Παρθένον διέφθειρε· διὸ μετὰ τῶν Παίδων πιστοὶ βοήσωμεν· Εὐλογεῖτε, τὰ ἔργα Κυρίου τὸν Κύριον.

Μακαριζέσθω Ἄγαβος, Φλέγων καὶ Ἀσύγκριτος, Ῥοῦφος καὶ Ἑρμῆς ὁ εὐκλεής, καὶ Ἡρῳδίων σήμερον, τοῦ Λόγου γεγονότες θεῖοι Ἀπόστολοι, καὶ φωστῆρες τοῦ κόσμου, καὶ ἐθνῶν διδάσκαλοι.

Ἑρμῆς, ὁ παναοίδιμος, Δαλματίας γέγονε, πάσης ὁδηγὸς καὶ φωτισμός· ἐν ταύτῃ γὰρ ὡς ἥλιος πολύφωτος ἐπέστη, τελῶν ἐξαίσια, καὶ φωτίζων καρδίας, ἀβλεπτούσας πρότερον.

Λόγον ὡς λύχνον φαίνοντα, Ἑρμῆ φέρων ἔνδοξε, τοὺς ἐν τῇ νυκτὶ τῶν δυσχερῶν, καθημένους ἐφώτισας· ἰάσεις καὶ σημεῖα τελῶν δὲ μέγιστα, ἐφειλκύσω πρὸς πίστιν, ἀπίστων τὸ πλήρωμα.