Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 17 Απριλίου 2011

ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΣΥΜΕΩΝ ΤΟΥ ΕΝ ΠΕΡΣΙΔΙ

Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΠΡΙΛΙΟΥ

Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Συμεὼν τοῦ ἐν Περσίδι, καὶ τῶν σὺν αὐτῷ.
Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Συμεών, Ἐπισκόπου Περσίδος, καὶ τῶν σὺν αὐτῷ, Αὐδελλᾶ Πρεσβυτέρου, Γοθαζάτ, Φουσίκ, καὶ ἑτέρων χιλίων ἑκατὸν πεντήκοντα.
Στίχοι
Ἐπίσκοπόν σε, Συμεών, ἐγὼ μέγαν,
Ἐκ δὲ ξίφους μέγιστον ἀθλητὴν ἔγνων.
Ἄρκτου τὸ δεινὸν Αὐδελλᾶς ἔδυ στόμα,
Βδέλλης ἀπλήστου τοῦ Σατᾶν φυγὼν στόμα.
Ἐπιτραπέντος τοῦ θύειν ἢ τεθνάναι,
Θανεῖν Γοθαζὰτ εἵλετο τμηθεὶς ξίφει.
Τὸ δέρμα Φουσὶκ ἐκδεδάρθω μου λέγει,
Χιτὼν ὑφανθεὶς τοῦ Σατανᾶ τῇ κρόκῃ.
Τέμνουσιν ἀνδρῶν τριπλοπεντηκοντάδα,
Τὴν τριπρόσωπον προσκυνοῦσαν οὐσίαν.
Πίπτουσι Περσῶν ἀμφὶ χιλίους ξίφει,
Ἰδὼν ἔφης ἂν Παῦλε, Μαρτύρων νέφος.
Ἑβδομάτῃ Συμεὼν δεκάτῃ ἀπὸ αὐχένα τμήθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος, Ἀδριανοῦ τοῦ νέου.
Στίχοι
Ἂν οὐκ ἔγνως τὶς ἐστιν ὁ φλογὸς μέσον,
Γνώσῃ λαλοῦντος, Ἀδριανέ, καρτέρει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀγαπητοῦ, Πάπα Ῥώμης.
Στίχοι
Θνῄσκων τὶ κράζεις; Σῶτερ, ἠγάπησά σε.
Ἀλλ' ἠγαπήθης, Ἀγαπητέ, καὶ πλέον.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.