Τῌ Δ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΠΡΙΛΙΟΥ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γεωργίου τοῦ ἐν τῷ Μαλαιῷ
Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γεωργίου τοῦ ἐν τῷ Μαλαιῷ.
Στίχοι
Ψυχὴν ὁ Γεώργιος ἀσμένως δίδως,
Ψυχῶν γεωργῷ καὶ φυτουργῷ σαρκίων.
Τῇ δὲ τετάρτῃ ἀπῆρε Γεώργιος εἰς πόλον εὐρύν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοδούλου καὶ Ἀγαθόποδος.
Στίχοι
Πρῶτος θάλασσαν εἰσιὼν Ἀγαθόπους,
Ἔργοις ὑπῆρχε Χριστόπους Θεοδούλῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Φερβούθας καὶ τῆς παιδίσκης αὐτῆς καὶ τῆς συνοδίας αὐτῆς.
Στίχοι
Ἁπλῆν με πλάττεις, Χριστὲ διπλὲ τὴν φύσιν,
Ἔχεις δὲ πρισθεῖσάν με διπλῆν Φερβούθαν.
Δούλας ἀληθεῖς Δεσπότου Θεοῦ δύο,
Δούλην τε καὶ Δέσποιναν ἔπρισε πρίων.
Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ποπλίου.
Στίχοι
Ἐν οὐρανοῖς, Πόπλιε, μισθὸς σοι μέγας,
Πρὸς οὓς ἀπαίρων χαῖρε καὶ κρότει μέγα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμων Πλάτωνος, Ἡγουμένου Μονῆς τοῦ Στουδίου.
Στίχοι
Πλάτων ἀρίστην εὖ μετεπλάσθη πλάσιν,
Χριστῷ πλάσαντι συγκραθεὶς πλάσιν ξένην.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ τρεῖς Ὅσιοι, Θεωνᾶς, Συμεών, καὶ Φερβῖνος, ἐν εἰρήνῃ τελειοῦνται.
Στίχοι
Ψυχὰς δέχου τρεῖς οὐ κεκηλιδωμένας,
Ψυχῶν ἀκηλίδωτε τῶν θείων τόπε.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ζωσιμᾶ, τοῦ κηδεύσαντος τὴν Ὁσίαν Μαρίαν τὴν Αἰγυπτίαν.
Στίχοι
Ζῶσαν προπέμψας Ζωσιμᾶς τὴν Μαρίαν,
Θανοῦσαν εὗρεν· ἀλλὰ νῦν ζῶσιν ἅμα.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ὅσιος Θεωνᾶς, ὁ ἐν τῇ μονῇ τοῦ Παντοκράτορος ἀσκήσας, ὕστερον δ' ἐπίσκοπος Θεσσαλονίκης γενόμενος, ἐν εἰρήνῃ τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.