ΤΟΝ ΕΚ ΠΑΤΡΟΣ ΠΡΟ ΑΙΩΝΩΝ
Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων γεννηθέντα Υἱὸν καὶ Θεόν, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων, σαρκωθέντα ἐκ Παρθένου Μητρός· Ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Σεσυλημένον ὁρῶντες, τὸν τοῦ σκότους κοσμοκράτορα, τὴν δεισιδαίμονα πλάνην, τοῦ Ἁγίου ταῖς ἐντεύξεσιν· Ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τούς αἰῶνας.
Θεοπρεπῶς σοι Παμμάκαρ, τῶν κακούργων τὰ συστήματα, δι' ὀλεθρίων πνευμάτων, τιμωρούμενα ἐκραύγαζον· Ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὡς μητρικαῖς ἀγκάλαις, ἀσινὲς τὸ βρέφος ἔσωσας, τῇ ἐνεργεῖ σου προστάξει, ἐν ταῖς μύλαις τοῦ ἀγρίου θηρός· Ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν βοῶν ἀπαύστως.
Κατελαμπρύνθης ἀφθόνως, Ἀθλητὰ τῷ τρισηλίῳ φωτί, τὴν τρισυπόστατον φύσιν· ἀναμέλπων γὰρ ἐκραύγαζες· Ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.