Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 30 Μαρτίου 2011

ΔΕΥΤΕ ΠΡΟΣΚΥΝΗΣΩΜΕΝ...

Δεῦτε προσκυνήσωμεν, τὸ τῆς ζωῆς ἡμῶν πρόξενον, πεφηνὸς ξύλον σήμερον, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τὸν Σταυρόν, δι' οὗ περ θάνατος ἐτρώθη, καὶ ἡ ἀνάστασις ἡμῖν, τοῖς ἑπταικόσιν ἐκαινουργήθη σαφῶς, τῷ ῥυσαμένῳ κράζοντες· Ὁ δι' ἡμᾶς ἑκουσίως παθών, ἵνα σώσῃς τὰ σύμπαντα, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Κράτος ἀπροσμάχητον, Χριστιανοῖς ἡμῖν δέδοται, ὁ Σταυρός σου Σωτὴρ ἡμῶν, δι' οὗ τὰ ἀλλόφυλα τῶν ἐθνῶν τροποῦνται, πλήθη καὶ εἰρήνη, τῆς Ἐκκλησίας σου Χριστέ, ἐπισκιάζει ὀρθοδοξούσης καλῶς, ὅν περ νῦν ἀσπαζόμεθα, καὶ σοὶ θερμῶς ἀνακράζομεν· Τῆς μερίδος ἀξίωσον, καὶ ἡμᾶς τῶν Ἁγίων σου.

Δάκρυσι καθάραντες, τὰ τῆς ψυχῆς αἰσθητήρια, καὶ νηστείᾳ ἁγνίσαντες, δεῦτε προσκυνήσωμεν, τοῦ Σταυροῦ τὸ ξύλον, δι' οὗ καταργοῦνται τὰ ψυχοφθόρα τῆς σαρκός, τῇ ἐγκρατείᾳ ἀνασκιρτήματα, τῷ σταυρωθέντι κράζοντες· Τῆς σῆς Σωτὴρ καταξίωσον, τριημέρου Ἐγέρσεως, προσκυνῆσαι τὴν ἔλλαμψιν.