Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 28 Μαρτίου 2011

ΒΙΟΝ ΑΚΗΛΙΔΩΤΟΝ

Βίον ἀκηλίδωτον, ὑπομονὴν καὶ πραότητα, καὶ ἀγάπην ἀνόθευτον, ἐγκράτειαν ἄμετρον, παννύχιον στάσιν, κατάνυξιν θείαν, πίστιν ἐλπίδα ἀσφαλῆ, ἐν συμπαθείᾳ Πάτερ κτησάμενος, ὡς Ἄγγελος ἐβίωσας, ἐπὶ τῆς γῆς μετὰ σώματος, Ἱλαρίων μακάριε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.

Ἐπίγειος Ἄγγελος, καὶ ἐπουράνιος ἄνθρωπος, ἐχρημάτισας Ὅσιε, πηγὴ κατανύξεως, συμπαθείας ῥεῖθρον, πέλαγος θαυμάτων, ἁμαρτωλῶν ἐγγυητής, ἐλαία ὄντως Θεοῦ κατάκαρπος, ἐλαίῳ τῶν καμάτων σου, καθιλαρύνων τὰ πρόσωπα, τῶν πιστῶς εὐφημούντων σε, Ἱλαρίων μακάριε.

Ὁ νοῦς σου λαμπόμενος, ταῖς θεϊκαῖς ἐπιγνώσεσι, τῶν τοῦ σώματος ὕπερθεν, παθῶν ἐχρημάτισεν, ἀμιγὴς τῶν κάτω, φέρων χαρακτῆρας, καὶ ἐκτυπῶν ἐν ἑαυτῷ, τὸ θεῖον κάλλος, καὶ γνωριζόμενος, ὅλος θεοειδέστατος, τῇ συνεργείᾳ τοῦ Πνεύματος, Ἱλαρίων Πατὴρ ἡμῶν, Μοναζόντων ἀγλάϊσμα.