Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 31 Μαρτίου 2011

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΥ ΥΠΑΤΙΟΥ

Τῌ ΛΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΡΤΙΟΥ

Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος καὶ θαυματουργοῦ Ὑπατίου, Ἐπισκόπου Γαγγρῶν.
Τῇ ΛΑ' τοῦ μηνός, Ἡ Ἄθλησις τοῦ Ἁγίου Ἱερομάρτυρος Ὑπατίου, Ἐπισκόπου Γαγγρῶν.
Στίχοι
Κτείνει γυνὴ βαλοῦσα καιρίαν λίθῳ,
Τὸν Ὑπάτιον· φεῦ γυναικὶ ἀθλίᾳ!
Πρώτῃ Ὑπατίῳ βιότου πέρας ἐν τριακοστῇ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἀκακίου, Ἐπισκόπου Μελιτηνῆς τοῦ Ὁμολογητοῦ.
Στίχοι
Ἀκακίῳ θνῄσκοντι τῷ γῆς Ἀγγέλῳ,
Χώραν ἑτοιμάζουσιν Ἄγγελοι πόλου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, τῶν ἐν Περσίδι μαρτυρησάντων, Αὐδᾶ Ἐπισκόπου, Βενιαμὶν Διακόνου, καὶ τῶν σὺν αὐτοῖς ἐννέα Μαρτύρων, καὶ ἄλλων πολλῶν Ἁγίων, τῶν εἰς φυλακὴν βληθέντων, καὶ ὑπὸ μυῶν καὶ γαλῶν, τῶν συγκλεισθέντων αὐτοῖς, βιβρωσκομένων.
Στίχοι
Αὐδᾶς, ἐνισχύοντος ὑψίστου Λόγου,
Καθεῖλεν ἰσχὺν δυσσεβῶν, τμηθεὶς κάραν.
Ἀθλητικῷ κλυστῆρι, τῷ πάλῳ λέγω,
Πᾶν Βενιαμὶν ψυχικὸν κενοῖ βάρος.
Ἐν τοῖς ὄνυξι κάλαμον δεδεγμένοι,
Σφᾶς Μάρτυρας γράφουσιν ἄνδρες ἐννέα.
Ζῴων ταμεῖα Μαρτύρων τὰ σαρκία,
Μῦς ἐτρέφοντο, καὶ γαλαῖ ἐν τῷ βόθρῳ.

Ὁ ἅγιος Μάρτυς Μένανδρος κατὰ πετρῶν γυμνὸς συρόμενος τελειοῦται.

Ὁ Ὅσιος πατὴρ ἡμῶν Βλάσιος, ὁ ἐν τῇ πόλει Ἀμορίου γεννηθείς, ἐν εἰρήνῃ τελειοῦται.

Οἱ Ἅγιοι τριάκοντα ὀκτὼ Μάρτυρες, συγγενεῖς ὄντες, ξίφει τελειοῦνται.

Ὁ Ὅσιος πατὴρ ἡμῶν Στέφανος ὁ θαυματουργὸς ἐν εἰρήνῃ τελειοῦται.

Ὧν ταῖς πρεσβείαις Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.