Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 29 Μαρτίου 2011

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΜΑΡΚΟΥ....

Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΡΤΙΟΥ

Μνήμη τῶν Ἁγίων Μαρτύρων Μάρκου, Ἐπισκόπου Ἀρεθουσίων, Κυρίλλου Διακόνου καὶ τῶν σὺν αὐτοῖς, καὶ τῶν Ἁγίων Μαρτύρων, Ἰωνᾶ, Βαραχησίου καὶ τῶν σὺν αὐτοῖς.

Τῇ Κθ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μάρκου Ἐπισκόπου Ἀρεθουσίων, Κυρίλλου Διακόνου, καὶ ἑτέρων πολλῶν.
Στίχοι
Ἐπαγρυπνήσας πρῶτα πολλαῖς αἰκίαις,
Ὕπνωσε Μᾶρκος, θεῖον εἰρήνης ὕπνον,
Γαστὴρ Κυρίλλου Λευΐτου διὰ ξίφους,
Ὡσεὶ πάχος γῆς, εἶπε Δαυΐδ, ἐρράγη.
Κεῖνται γύναια βρώσεως χοίροις σκάφαι,
Γαστρὸς παθοῦσαι ῥῆξιν ἐκχοιροφρόνων.
Εἰκάδι ἠδ' ἐνάτῃ Ἀθληταὶ εἰς πόλον ἷκον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἰωνᾶ, Βαραχησίου καὶ τῶν σὺν αὐτοῖς ἐννέα Μαρτύρων.
Στίχοι
Ἔχεις Ἰωνᾶν καὶ σύ, γῆ, πάντως μέγαν,
Κατ' οὐδὲν ἐνδέοντα τοῦ θαλαττίου.
Διψῶν Βαραχήσιος Ἀθλητῶν τέλους,
Χανδὸν ζεούσης ἐκπίνει πίσσης σκύφον.
Χριστοῦ ὑπετμηθέντες ἄνδρες ἐννέα,
Σύνεισιν ἤδη τάξεσι ταῖς ἐννέα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Εὐσταθίου Βιθυνίας.
Στίχοι
Τὸν πηλὸν ἐκδύς, Εὐστάθιε παμμάκαρ.
Χριστῷ παρέστης τῷ δι' ἡμᾶς πηλίνῳ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.