Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 14 Μαρτίου 2011

ΤΟΝ ΕΚ ΘΕΟΥ ΘΕΟΝ ΛΟΓΟΝ, ΤΟΝ ΑΡΡΗΤΩ ΣΟΦΙΑ...

«Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ Ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν».

Ὤφθης ὡς ἥλιος μέγας, καταυγάζων τὴν κτίσιν, σημείοις Θεοφόρε φοβεροῖς, καὶ ἀρετῶν ἀναλάμψεσι· διὰ τοῦτο τελοῦμεν, τὴν μνήμην σου τὴν ὄντως φωταυγῆ, φωτιζόμενοι Πάτερ, καρδίας αἰσθητήρια.

Σὲ μοναζόντων ἀγέλαι, ὑπὸ σοῦ κροτηθεῖσαι, ἡμέρας εὐφημοῦσι καὶ νυκτός, μέσον τὸ σῶμά σου ἔχοντες, ἀναβλύζον πλουσίως, θαυμάτων ποταμούς, Πάτερ σοφὲ καὶ φωτίζον τὰ τούτων, ἀπαύστως διαβήματα.

Ἡλιακῶν λαμπηδόνων ὑπερήστραψας Πάτερ, τελέσας τοῦ Θεοῦ τὰς ἐντολάς, καὶ πρὸς τὸ φῶς τὸ ἀνέσπερον μετετέθης πρεσβεύων, δοθῆναι ἱλασμὸν ἁμαρτιῶν, τοῖς πιστῶς σε τιμῶσιν, ἀοίδιμε Βενέδικτε.