Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 1 Φεβρουαρίου 2011

ΠΡΟΕΟΡΤΙΑ ΥΠΑΠΑΝΤΗΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΤΡΥΦΩΝΟΣ

Τῌ Α' ΤΟΥ ΜΗΝΟΣ
ΦΕΒΡΟΥΑΡΙΟΥ

Τὰ προεόρτια τῆς Ὑπαπαντῆς τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ μνήμη τοῦ Ἁγίου Μάρτυρος Τρύφωνος.
Τῇ Α' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Τρύφωνος.
Στίχοι
· Σὺ δὲ Τρύφων τὶ; τὸ ξίφος θνῄσκω φθάσας.
· Καιρὸς δὲ τίς σου τοῦ τέλους; Νουμηνία.
· Ἐν Φεβρουαρίοιο Τρύφων πρὸ τομῆς θάνε πρώτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Πέτρου τοῦ ἐν Γαλατίᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Βενδιμιανοῦ.
Στίχοι
· Βενδιμιανὸς δένδρον ἀρετῆς μέγα,
· Φυτευθὲν εἰς γῆν, καὶ μεταχθὲν εἰς πόλον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Βασιλείου, Ἀρχιεπισκόπου Θεσσαλονίκης ὁρμωμένου ἐξ Ἀθηνῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Τιμόθεος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
· Τιμόθεος μετέσχε τιμῆς τῆς ἄνω,
· Μὴ τι προκρίνας τῆς Θεοῦ τιμῆς κάτω.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεΐων, μετὰ δύο παίδων, ξίφει τελειοῦται.
Στίχοι
· Θνῄσκουσι παισὶν εὐπροθύμως ἐκ ξίφους.
· Ὅλη Θείων εἵπετο προθυμίᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Καρίων, τὴν γλῶτταν ἐκτμηθείς, τελειοῦται.
Στίχοι
· Φωνῆς στερήσει γλωττότμητος Καρίων,
· Γλωσσῶν πλάνων ἔπαυσεν ὑθλοφωνίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Περπετούας, καὶ τῶν σὺν αὐτῇ Σαύρου, Ῥευκάτου, Σατορλίνου, Σεκούνδου καὶ Φηλικιτάτης.
Στίχοι
· Τὴν τῶν σφαγέντων Περπετούα πεντάδα,
· Ἤμειψε, συσφαγεῖσα πρὸς τὴν ἑξάδα.

Ὁ Ἅγιος Νεομάρτυς Ἀναστάσιος ὁ ἐκ Ναυπλίου, καὶ ἐν Ναυπλίῳ μαρτυρήσας κατὰ τὸ 1654, εἰς λεπτὰ τμηθεὶς τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.