Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 2 Ιανουαρίου 2011

ΠΑΤΕΡ ΙΕΡΑΡΧΑ ΣΙΛΒΕΣΤΡΕ....

Πάτερ Ἱεράρχα Σίλβεστρε, Ἱερωσύνης φωτί, Ἱερῶς φωτιζόμενος, τοὺς πιστοὺς ἐφώτισας, φωτοβόλοις διδάγμασι, Μονάδα φύσει τὴν τρισυπόστατον, οὐσίαν σέβειν, καὶ ἀπεδίωξας, σκότος αἱρέσεων, τὴν φωσφόρον σήμερον· ὅθεν φαιδρῶς, μνήμην σου γηθόμενοι, πανηγυρίζομεν.

Πάτερ θεοφόρε Σίλβεστρε, στῦλος ὡράθης πυρός, ἱερῶς προηγούμενος, Ἱεροῦ συστήματος, καὶ νεφέλη σκιάζουσα, Αἰγύπτου πλάνης πιστοὺς ἐξαίρουσα, καὶ πρὸς τὴν θείαν γῆν μεταφέρουσα, ταῖς ἀπλανέσι σου, διδαχαῖς ἑκάστοτε, τὴν εὐκλεῆ· ὅθεν καὶ πανίερον, μνήμην σου σέβομεν.

Πάτερ θεηγόρε Σίλβεστρε, ῥείθροις τῶν σῶν προσευχῶν, τὸν πολύμορφον δράκοντα, ἀσφαλῶς ἀπέπνιξας, ἱερῶς θαυμαζόμενος. Ἑλλήνων πλήθη, Θεῷ προσήγαγες, Ἑβραίων θράσος δὲ ἐταπείνωσας, θαύματα μέγιστα, ἐκτελῶν ἐνώπιον, τούτων σαφῶς· ὅθεν σὲ γεραίρομεν, καὶ μακαρίζομεν.