Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 13 Ιανουαρίου 2011

ΕΡΜΥΛΟΣ Ο ΕΝΔΟΞΟΣ, ΚΑΙ Ο ΘΕΟΦΡΩΝ

Ἑρμύλος ὁ ἔνδοξος, καὶ ὁ θεόφρων Στρατόνικος, ἡ δυὰς ἡ θαυμάσιος, Τριάδα τὴν ἄκτιστον, καθομολογοῦντες, πολύθεον πλάνην, μετὰ πολλοὺς τοὺς αἰκισμούς, καὶ τάς βασάνους κατετροπώσαντο, καὶ νίκης διαδήματι, στεφανωθέντες πρεσβεύουσι, δωρηθῆναι τοῖς πέρασι, τὴν εἰρήνην καὶ ἔλεος.

Τοῦ Λόγου γενόμενος, Μάρτυς διάκονος, Ἕρμυλε, ἐκλογὴ θείου Πνεύματος, τῷ λύθρῳ τοῦ αἵματος, τῆς ἱερωσύνης, στολὴν ἐπιχρώσας, ἱερωτέραν ἀληθῶς, καὶ λαμπροτέραν ταύτην ἐτέλεσας· καὶ νῦν εἰς τὰ βασίλεια, τὰ νοητὰ μεταβέβηκας, πρεσβευτὴς τῶν τιμώντων σε, χρηματίζων θερμότατος.

Ξεσμοὺς καρτερήσαντες, ταῖς προσταγαῖς τοῦ δικάζοντος, ἐν σαργάνῃ ἐβλήθητε· καὶ τέλος μακάριον, καὶ πνιγμὸν ὑδάτων, ἄμφω δεδεγμένοι, τὸν πολυμήχανον ἐχθρόν, τούτοις ἐμφρόνως ἐναπεπνίξατε· καὶ νῦν περιπολεύετε, περιχαρῶς τὰ οὐράνια, ὑπὲρ πάντων δεόμενοι, Ἀθληταὶ γενναιότατοι.