Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 4 Ιανουαρίου 2011

ΟΝ ΠΕΡ Η ΦΩΝΗ, ΤΟΥ ΒΟΩΝΤΟΣ ΠΡΟΕΤΥΠΟΥ

Ὅν περ ἡ φωνή, τοῦ βοῶντος προετύπου, ἦλθεν ὁ Χριστός, ἐν τοῖς ῥείθροις Ἰορδάνου, καὶ τῷ Προδρόμῳ ἔφη· Δεῦρο πλῦνόν με ὕδασι, βάπτισόν με νῦν συγκαταβάντα· τὸν γὰρ Ἀδὰμ ἐκπλῦναι ἦλθον, τοῦ πρὶν πτώματος· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.

Ὕψος οὐρανοῦ, οὐδαμῶς ἐξιχνιάσω, ἄστρων ἀριθμόν, οὐδὲ γῆν ἀναμετρήσω, καὶ πῶς τῆς κορυφῆς σου, τῷ Δεσπότῃ ὁ Πρόδρομος, ἅψομαι χειρί; πῶς δὲ βαπτίσω, τὸν φέροντα δρακὶ τὴν κτίσιν, διὸ κράζω σοι· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.

Σύνθρονος Πατρί, καὶ τῷ Πνεύματι ὑπάρχων, ταῖς ἀγγελικαῖς, στρατιαῖς δορυφοροῦμαι, ἀλλὰ σμικρῷ σπηλαίῳ ἐξενίσθην τικτόμενος, ἐν τῇ Βηθλεὲμ δι' εὐσπλαγχνίαν· διὸ καὶ νῦν τὴν δεξιὰν σου, ἐμοὶ δάνεισον, ἵνα καὶ πλύνω ἐν ἐμοί, τοῦ κόσμου τὰ πταίσματα.

Ἒκλυσας ποτέ, ἁμαρτίας ἐπὶ Νῶε, λόγῳ διασχών, καταρράκτας οὐρανίους, καὶ πῶς σε Ἰορδάνης, κατιδὼν ὑποστήσεται; ἤδη γὰρ τὸ ῥεῖθρον ἀναστρέφει, ἐπέγνω σε ἡ κτίσις πᾶσα, κἀγὼ κράζω σοι· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι