Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 8 Ιανουαρίου 2011

ΙΕΡΩΤΑΤΑΙ ΧΟΡΕΙΑΙ, ΤΗ ΣΕΠΤΗ ΣΟΥ ΚΟΙΜΗΣΕΙ, ΕΞΑΡΧΟΥΣΑΙ ΤΗΣ ΘΕΙΑΣ ΣΟΥ ΨΥΧΗΣ...

Ἱερώταται χορεῖαι, τῇ σεπτῇ σου κοιμήσει, ἐξάρχουσαι τῆς θείας σου ψυχῆς, τοῖς καθορῶσιν ἐφάνησαν, ἱεραῖς μελῳδίαις, εἰς τόπον ὁδηγοῦσαι σε σκηνῆς θαυμαστῆς, ἔνθα ἦχος, ἐορταζόντων Ἔνδοξε.

Ὡς τῆς ἀμπέλου σὺ θεῖον, εὐφορώτατον κλῆμα, φανεῖσα κατανύξεως ἡμῖν, θείους ἐξήνθησας βότρυας, ἀναβλύζοντας οἶνον, ἰάσεων Δομνίκα τῶν ψυχῶν, καὶ καρδίας τῶν πίστει, τιμώντων σε εὐφραίνοντας.

Σωματικῶν παθημάτων, ψυχικῶν τε κηλίδων, καὶ πάσης τοῦ ἐχθροῦ ἐπιβουλῆς, ῥῦσαι ἡμᾶς ταῖς πρεσβείαις σου, τοὺς τῇ σκέπῃ σου πόθῳ προσφεύγοντας Δομνίκα καὶ τὴν σήν, Ἑορτὴν ἐκτελοῦντας, τὴν θείαν καὶ σεβάσμιον.

Ἡλιακὴν ὡς ἀκτῖνα καταυγάζουσαν πάντας, ὡς νύμφην τοῦ Χριστοῦ περικαλῆ, καὶ ὡς Τρυγόνα φιλόσεμνον, ὡς Ἐλαίαν ὡς Κέδρον, ὡς οὖσαν ἐκλεκτὴν Περιστεράν, εὐφημοῦμέν σε πάντες, Δομνίκα κυριώνυμε.