Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 6 Ιανουαρίου 2011

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ, Ο ΜΟΝΟΓΕΝΗΣ ΥΙΟΣ

Κύριε Ἰησοῦ Χριστέ, ὁ μονογενὴς Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ὁ ἀληθινὸς Θεός, ἡ πηγὴ τῆς ζωῆς καὶ τῆς ἀθανασίας, τὸ φῶς τὸ ἐκ φωτός, ὁ ἐλθὼν εἰς τὸν κόσμον τοῦ φωτίσαι αὐτόν, καταύγασον ἡμῶν τὴν διάνοιαν τῷ Ἁγίῳ σου Πνεύματι, καὶ πρόσδεξαι ἡμᾶς μεγαλωσύνην καὶ εὐχαριστίαν σοι προσάγοντας, ἐπὶ τοῖς ἀπ᾽ αἰῶνος θαυμαστοῖς σου μεγαλουργήμασι, καὶ τῇ ἐπ᾽ ἐσχάτων τῶν αἰώνων σωτηρίῳ σου οἰκονομίᾳ. Ἐν ᾗ τὸ ἀσθενὲς ἡμῶν καὶ πτωχὸν περιβαλόμενος φύραμα, καὶ τοῖς τῆς δουλείας μέτροις συγκατιών, ὁ τῶν ἁπάντων Βασιλεύς, ἔτι καὶ δουλικῇ χειρὶ ἐν τῷ Ἰορδάνῃ βαπτισθῆναι κατεδέξω, ἵνα τὴν τῶν ὑδάτων φύσιν ἁγιάσας ὁ ἀναμάρτητος, ὀδοποιήσῃς ἡμῖν τὴν δι᾽ ὕδατος καὶ Πνεύματος ἀναγέννησιν, καὶ πρὸς τὴν πρώτην ἡμᾶς ἀποκαταστήσῃς ἐλευθερίαν. Οὗ τινος θείου Μυστηρίου τὴν ἀνάμνησιν ἐορτάζοντες, δεόμεθά σου φιλάνθρωπε Δέσποτα. Ῥᾶνον ἐφ᾽ ἡμᾶς τοὺς ἀναξίους δούλους σου, κατὰ τὴν θείαν σου ἐπαγγελίαν, ὕδωρ καθάρσιον, τῆς σῆς εὐσπλαγχνίας τὴν δωρεάν, εἰς τὸ ἐπὶ τῷ ὕδατι τούτῳ τὴν αἴτησιν ἡμῶν τῶν ἁμαρτωλῶν εὐπρόσδεκτον γενέσθαι τῇ σῇ ἀγαθότητι, καὶ τὴν εὐλογίαν σου δι᾽ αὐτοῦ ἡμῖν τε καὶ παντὶ τῷ πιστῷ σου χαρισθῆναι λαῷ, εἰς δόξαν τοῦ ἁγίου προσκυνητοῦ σου Ὀνόματος. Σοὶ γὰρ πρέπει πᾶσα δόξα, τιμή, καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σοῦ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.