Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 3 Ιανουαρίου 2011

ΑΠΑΣ ΓΗΓΕΝΗΣ, ΣΚΙΡΤΑΤΩ ΤΩ ΠΝΕΥΜΑΤΙ....

Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε».

Ἴδε ὁ Ἀμνός, ὁ αἲρων τὰ πταίσματα τῆς ἀνθρωπότητος, ἦλθεν ἐπεδήμησε· καὶ πρὸς τὸν δοῦλον αἰτῶν τὸ Βάπτισμα, δουλοπρεπῶς ἐφίσταται, ἐλευθερῶσαι ζητῶν, δουλωθέντας, ἡμᾶς τῷ ἀλάστορι, καὶ τὸ κάλλος πρὶν ἀπολέσαντας.

Ὤφθη ἐμφανῶς, Θεὸς σωματούμενος, δι' ἀγαθότητα, καὶ τὰ Ἰορδάνια, περιβαλέσθαι ἔρχεται νάματα, ὁ περιβάλλων νέφεσι, τὸν οὐρανὸν ἀληθῶς, τούτου πάντες, νῦν προεορτάσωμεν, τὴν σεπτὴν ἐν χαρᾷ Ἐπιφάνειαν.

Σκίρτησον χαρά, καὶ προετοιμάσθητι, καθυποδέξασθαι, ὕδωρ τὸ ἁλλόμενον, ὦ Ἰορδάνη εἰς αἰωνίαν ζωήν, οἱ ποταμοὶ χορεύσατε, βλέποντες νῦν τῆς τρυφῆς, τὸν χειμάρρουν, ῥείθροις ἐπιβαίνοντα, καὶ κακίας τὴν χύσιν ξηραίνοντα.

Ηὔγασεν ἡμῖν, ἡμέρα σωτήριος, τοῖς ἐν νυκτὶ τῶν παθῶν, πάντοτε καθεύδουσι· καὶ γὰρ ἐπέστη Χριστὸς ὁ Κύριος, δικαιοσύνης Ἥλιος, ὢν καὶ νοούμενος, ὑποκλῖναι, δούλῳ κεφαλὴν αὐτοῦ, καὶ σαρκὶ βαπτισθῆναι θελήματι.