Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 3 Ιανουαρίου 2011

ΡΗΜΑ ΤΥΡΑΝΝΟΥ, ΕΠΕΙ ΥΠΕΡΙΣΧΥΣΕΝ, ΕΠΤΑΠΛΑΣΙΩΣ ΚΑΜΙΝΟΣ, ΕΞΕΚΑΥΘΗ ΠΟΤΕ

Ῥῆμα τυράννου, ἐπεὶ ὑπερίσχυσεν, ἑπταπλασίως κάμινος, ἐξεκαύθη ποτέ, ἐν ᾗ Παῖδες οὐκ ἐφλέχθησαν, βασιλέως πατήσαντες δόγμα, ἀλλ' ἐβόων· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Ἀποκενοῦντες, δακρύων πηγὰς οἱ πιστοί, ἐξ ὀφθαλμῶν καθάρωμεν, πάντα ῥύπον ψυχῶν, καὶ φῶς ἐν φωτὶ τρισσὸν ὀψόμεθα, βαπτισθῆναι Χριστοῦ ἐρχομένου· ᾧ προσμαρτυρήσει Πατὴρ οὐρανόθεν, καὶ Πνεύματος Ἁγίου, λάμψει παρουσίᾳ, περιστερᾶς ἐν εἴδει.

Δάκρυον ἅπαν, Χριστὸς ἀφαιρούμενος, ἀπὸ παντὸς προσώπου, προέρχεται ψυχῶν, πολυώδυνα νοσήματα, ἀνωδύνως ἐν ὕδατι παύων, καὶ παλαιωθέντας ἀνθρώπους, καινίζων τῇ παλιγγενεσίᾳ, τοὺς ὑμνολογοῦντας αὐτὸν εἰς τοὺς αἰῶνας.

Ἱερουργοῦνται, ψυχαὶ τοῦ Βαπτίσματος, τῷ θεοσδότῳ λουτρῷ, καὶ Πνεύματος πυρί, τοῦ τὰ πάθη ἐκκαθαίροντος, καὶ τὴν ὕλην συμφλέγοντος πᾶσαν, μοχθηρὰς κακίας, καὶ χάριν διδόντος, βοᾶν ἐν κατανύξει· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.