Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 19 Δεκεμβρίου 2010

MNHMH TOY ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΒΟΝΙΦΑΤΙΟΥ

Τῌ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΔΕΚΕΜΒΡΙΟΥ

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βονιφατίου.
Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου μάρτυρος Βονιφατίου.
Στίχοι
Ζητῶν Βονιφάτιος ὀστᾶ Μαρτύρων.
Ἑαυτὸν εὗρε μάρτυρα, τμηθεὶς ξίφει.
Ἐννεακαιδεκάτῃ Βονιφάτιος αὐχένα τμήθη.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἠλία, Πρόβου, καὶ Ἄρεως.
Στίχοι
Ἀθλήσεως τμηθέντα τῷ ξίφει κάραν,
Ζηλοῖ ταχὺ Πρόβος σε, Μάρτυς Ἠλία.
Ἄρης ὑπῆρξας πρὸς τὸ πῦρ ὄντως Ἄρες,
Ἄρης νοητός, ὅπλα πίστεως φέρων.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ἁγίων Μαρτύρων, Τιμοθέου καὶ Πολυεύκτου.
Στίχοι
Τιμόθεον δέ, τὸν πεπυρπολημένον,
Ποῦ θήσομεν, λαχόντα παντίμου τέλους;
Σοῦ Πολύευκτε Καισαρεῦ ποῖον τέλος;
Τὸ πῦρ ὑπελθών, εὗρον εὐκταῖον τέλος.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ἁγίων Μαρτύρων, Εὐτυχίου, καὶ Θεσσαλονίκης, καὶ τῶν σὺν αὐτοῖς Ἀνδρῶν διακοσίων, καὶ Γυναικῶν ἑβδομήκοντα, διὰ ξίφους τελειωθέντων.
Στίχοι
Σὺν Εὐτυχίῳ καὶ σὺ Θεσσαλονίκη,
Nίκην ἐφεῦρες εὐτυχῶς διὰ ξίφους.
Ἀνεῖλεν ἀνδρῶν εἰκάδας δέκα ξίφος,
Ἀνεῖλε καὶ Γυναῖκας ἑπτάκις δέκα.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γρηγεντίου, Ἐπισκόπου Αἰθιοπίας.
Στίχοι
Σαρκὸς λιπὼν σύνδεσμον ὁ Γρηγέντιος,
Ἐκεῖσε μετῆλθεν, ἔνθα σαρξὶν οὐ τόπος.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ἁγίου Μάρτυρος Τρύφωνος.
Στίχοι
Τρύφων ἀνῆλθε σώματι πρὸς ἰτέαν,
Καὶ πνεύματι πρὸς ὕψος οὐρανοῦ μέγα.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.