Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 31 Αυγούστου 2010

ΗΡΘΗΣ ΠΡΟΣ ΦΩΣ, ΑΔΥΤΟΝ ΜΕΤΑΧΩΡΗΣΑΣΑ, ΕΛΙΠΕΣ ΔΕ, ΤΟΙΣ ΣΕ ΜΑΚΑΡΙΖΟΥΣΙΝ, ΑΝΤΙ ΤΟΥ ΣΩΜΑΤΟΣ ΣΟΥ ΑΓΝΗ

Ἤρθης πρὸς φῶς, ἄδυτον μεταχωρήσασα, ἔλιπες δέ, τοῖς σὲ μακαρίζουσιν, ἀντὶ τοῦ σώματός σου Ἁγνή, τὴν τιμίαν Ζώνην, πηγὴν θαυμάτων ὑπάρχουσαν, καὶ τόπον σωτηρίας, καὶ χαράκωμα ταύτης, τῆς τιμώσης σε πόλεως ἄχραντε.
Νέον ἡμεῖς, ὡς οὐρανὸν ὑπερχόμεθα, σοῦ τὸν οἶκον, ἐν ᾧ τεθησαύρισται, καθάπερ ἥλιος φωταυγής, σοῦ ἡ θεία Ζώνη, βολὰς θαυμάτων ἐκπέμπουσα, καὶ πάντων τάς καρδίας, καταυγάζουσα Κόρη, καὶ παθῶν τὴν ὁμίχλην διώκουσα.
Σὺ κιβωτός, τοῦ νοητοῦ ἁγιάσματος χρηματίζεις, Ἄχραντε πανύμνητε, καὶ τὴν τιμίαν ταύτην σορόν, ἔχουσαν τὴν Ζώνην, ἣν περιοῦσα ἐφόρεσας, περέχεις τῷ λαῷ σου, καταφύγιον πᾶσι, καὶ πηγὴν ἰαμάτων ἀκένωτον.
Ἧκε τῇ σῇ, πόλει πολύολβον δώρημα, ἡ τιμία Ζώνη σου πανύμνητε, καὶ κατετέθη περιφανῶς, ταύτῃ τῇ ἡμέρᾳ ἐν τούτῳ τῷ θείῳ οἴκῳ σου, καὶ γέγονε μεγίστης, ἑορτῆς Θεοτόκε, τοῖς θερμῶς σε ποθοῦσιν ὑπόθεσις.
Νόμου σκιαί, καὶ Προφητῶν τὰ αἰνίγματα, προεδήλουν, ἔσεσθαί σε Πάναγνε, Θεοῦ Μητέρα παναληθῆ, δι' ἧς ἡ κατάρα ἀπεστειρώθη καὶ ἤνθησε, τελεία εὐλογία, καὶ σωτήριος χάρις, τοῖς ἐν πίστει καὶ πόθῳ ὑμνοῦσί σε.