Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 30 Αυγούστου 2010

ΝΟΜΟΥ ΠΑΛΑΙΑΣ ΤΕ ΚΑΙ ΤΗΣ ΝΕΑΣ, ΠΡΟΦΗΤΗΣ ΚΑΙ ΠΡΟΦΗΤΩΝ ΠΑΝΤΩΝ

Νόμου παλαιᾶς τε καὶ τῆς νέας, Προφήτης καὶ Προφητῶν πάντων ὑπέρτερος, ὑπάρχεις πανεύφημε· οὐ γὰρ ἔφυς κάλαμος, πνεύμασι ῥιπιζόμενος, ἀλλ' ἔστης ἄσειστος. Τὸν Κύριον βοῶν εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Μαινόμενος οἴστρῳ ὁ Ἡρῴδης, μαχλώσης Ἡρῳδιάδος τὸ θυγάτριον, βλέπων κατορχούμενον, ἔφησεν ὁ ἄθλιος. Ὅ μοι αἰτήσῃς δίδωμι, ἕως ἡμίσεος, τῆς ἐμῆς βασιλείας μεθ' ὅρκου, κἀκεῖνο ἐξαιτεῖται, τὴν Κάραν τοῦ Προδρόμου.
Εἶχε μὲν φρουρᾷ τὸν Ἰωάννην, Ἡρῴδην δὲ πότος εὐφραινόμενον· τότε ἡ πανάσεμνος, κόρη κατωρχήσατο, ἀρέσασα δὲ εἴληφε, Κάραν τὴν πάντιμον, Προδρόμου καὶ ἁγίαν ὡς ταύτην, τῇ μητρὶ προσάξῃ, τιμαλφέστατον δῶρον.