Θρόνος καθάπερ ἅγιος, ἡ σορὸς ἀνατίθεται, ἔνδον ἐν ἀδύτοις, ἱεροῖς φαιδρότατα, τῆς μόνης θεόπαιδος, καὶ Βασιλίδος πάντων ἁγνῆς, Ζώνην κεκτημένη, ἐπαναπαυομένην, ἐξ ἧς τοῖς κοπιῶσιν, ἐν πολλαῖς ἁμαρτίαις, ἀνάπαυσις τελεία, προέρχεται ἀφθόνως.
Ἐπὶ τῆς γῆς τὸν Κύριον, ἱερῶς ἐσωμάτωσας, καὶ χερσὶν ἁγίαις, ἀληθῶς διέζωσας, τὸν περιζωννύοντα, τοὺς εὐσεβοῦντας δύναμιν· νῦν δὲ ἀναβᾶσα, οὐρανῶν ὑπεράνω, κατέλιπες ἀνθρώποις, τὴν τιμίαν σου Ζώνην, Παρθένε Θεοτόκε, κραταίωμα καὶ σκέπην.
Νενοσηκόσιν ἴαμα, ὀλισθαίνουσι στήριγμα, καὶ τοῖς ῥαθυμοῦσιν, εὐθυμία ἔνθεος, κυβέρνησις πλέουσι, πεπλανημένοις ἐπιστροφή, ἡ παρεπομένη τῇ Τιμίᾳ σου Ζώνῃ, ἁγνὴ Παρθένε χάρις, ἀληθῶς χρηματίζει· ἣν πίστει προσκυνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ἐπιτελοῦντες σήμερον, τὴν ἁγίαν κατάθεσιν, Ζώνης σου τῆς θείας, Ἱερὰν πανήγυριν, οἱ δοῦλοί σου ἄγομεν, καὶ ἐν χαρᾷ βοῶμέν σοι· Χαῖρε Θεοτόκε, ἡ χαρὰ τῶν Ἀγγέλων, καὶ πάντων τῶν ἀνθρώπων, τῶν πιστῶς μελῳδούντων· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.