Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 11 Ιουλίου 2010

ΣΗΜΕΡΟΝ ΤΟΥ ΕΠΟΥΡΑΝΙΟΥ ΒΑΣΙΛΕΩΣ Η ΑΜΙΑΝΤΟΣ ΝΥΜΦΗ.... ΕΥΦΗΜΙΑ Η ΠΑΝΣΕΠΤΟΣ...

Σήμερον τοῦ ἐπουρανίου Βασιλέως ἡ ἀμίαντος νύμφη, συγκαλεῖται ἡμᾶς πρὸς ἑστίασιν πνευματικήν, Εὐφημία ἡ πάνσεπτος. Δεῦτε οὖν φιλέορτοι πάντες, μυστικῶς εὐφρανθῶμεν, ἐν τῇ πανσέπτῳ αὐτῆς καὶ λαμπρᾷ πανδαισίᾳ, καθαρθέντες τῷ νοΐ, ἐν φαιδραῖς ταῖς στολαῖς κατηγλαϊσμένοι τοῦ θείου Πνεύματος· αὕτη γὰρ ὡς ἁγνὴ περιστερά, τῷ τῆς παρθενίας κάλλει, τῷ Υἱῷ νυμφευθεῖσα, ὁλικῶς τὴν ἁγίαν Τριάδα ἐν ἑαυτῇ εἰσῳκίσατο, Πατέρα καὶ Υἱὸν καὶ Πνεῦμα Ἅγιον, τὸν ἕνα Θεόν, ὅν καὶ ποθοῦσα καὶ ζητοῦσα ἐνήθλησε· διὸ καὶ συμβασιλεύει αὐτῷ εἰς τοὺς αἰῶνας, ἐν τοῖς ἐπουρανίοις σκηνώμασι.