Τοὺς ὑπὲρ ἄνθρωπον ἀγῶνάς σου, καὶ τὰς πυκνὰς χαμευνίας, πῶς μὴ θαυμάσωμεν, Ἱεροφάντα θεσπέσιε. Ἀρχῆθεν γὰρ προορισθείς, τὸν τιμαλφῆ καὶ ἰσάγγελον τῆς παρθενίας χιτῶνα, ἄσπιλον διεφύλαξας. Καὶ τοῖς τερπνοῖς καὶ χαμαιζήλοις τοῦ βίου χαίρειν εἰπών, νύκτωρ τε μεθ' ἡμέραν, τῷ Σωτῆρι ἐβόας· “Ἡ ψυχή μου ἐκολλήθη ὀπίσω σου. Γνώρισόν μοι Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι”. Ὅθεν ἀνελθών, εἰς τὸ περίβλεπον Ἱεραρχίας ὕψος, ἐπινεύσει τῆς Θεοτόκου, πᾶσαν ἀρετὴν ἑαυτῷ ἐνεθησαύρισας, καὶ θαυματουργὸν σεαυτὸν ἐναπέφηνας. Πρέσβευε ὑπὲρ ἡμῶν, Πάτερ Ἁγιώτατε.
Τὴν πίστιν τετήρηκε, τὸν δρόμον τετέλεκε, ἀγῶνα τὸν καλὸν ἀγωνισάμενος, ὁ Χριστιανουπόλεως Ἀθανάσιος. Ποιμαίνων γὰρ καὶ πυκτεύων, καὶ τὴν σάρκα δουλαγωγῶν, τοῖς πᾶσι πάντα γέγονεν, ἵνα πάντας κερδήσῃ. Καὶ τὸν Σωτῆρα μιμούμενος, ὑπὲρ τῶν προβάτων τὴν ψυχὴν αὐτοῦ ἐτίθει. Διό, καὶ τοῦτον ἐδόξασεν ὁ Χριστός. Καὶ ζῶντα καὶ μετὰ θάνατον, τῷ τρισηλίῳ οὖν φωτί, φαιδρὸς παριστάμενος, πρέσβευε ὑπὲρ ἡμῶν, τοῦ Εὐαγγελίου κήρυξ διαπρύσιε.
Ὡς ἀργαλέος ἐστὶν ὁ δρόμος τῆς ἀρετῆς! Διὸ καὶ παρὰ Θεοῦ στεφανοῦνται, οἱ ἀναβάσεις ἐν τῇ καρδίᾳ τιθέμενοι, καὶ ἀκλινῶς πολεμοῦντες, καὶ κόσμον καὶ κοσμοκράτορα. Ἀλλ' ὦ Κερκύρας βλάστημα, καὶ Γορτυνίας καύχημα, τῆς Χριστιανουπόλεως Ἱερουργὲ καὶ ποιμάντορ, ἐν οὐρανοῖς χοροβατῶν, καὶ ἐπὶ γῆς ἀπείροις θαύμασι δοξασθείς, πρέσβευε ὑπὲρ ἡμῶν, Πάτερ Ἀθανάσιε.
Σήμερον σκιρτήσωμεν, καὶ πνευματικῶς εὐφρανθῶμεν, ἐπὶ τῇ μνήμῃ τοῦ Ἱεράρχου. Τὸν γὰρ Σωτῆρα τοῦ παντός, οὗτος ἐπιποθήσας, γονεῖς, μνηστήν, σὺν τοῖς λοιποῖς τοῦ βίου θελγήτροις ἀπηρνήσατο. Καὶ τῇ λυχνίᾳ ἐπιβὰς διὰ τῆς Θεοτόκου, τῇ ἀόκνῳ διδασκαλίᾳ, Θεὸν καὶ ἄνθρωπον ἐκήρυξε. Φόβῳ καὶ τρόμῳ δὲ τοῦτον θύων, ὅλην ἐν αὐτῷ τὴν Τριάδα ἐπεσπάσατο. Καὶ τὴν ψυχὴν τῆς τῶν παθῶν ἀχλύος ἐκκαθάρας, γυμνητιώντων καὶ πειναλέων, χηρῶν τε ὀρφανῶν ὑπῆρξε παραμύθιον. Ὅθεν τοῖς θαύμασιν ἐδοξάσθη, μέλλοντα προειπών, καὶ τοὺς τῆς λίμνης βατράχους ἀφώνους ἀπειργάσατο, αὖθις δὲ τούτοις τὸ κοάζειν, μετὰ καιρὸν ἐχαρίσατο. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ, εἰρήνην τῇ πίστει δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.