Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 4 Μαρτίου 2010

ΗΛΙΟΥ ΑΥΓΑΣΜΑΤΑ ΤΟΥ ΝΟΗΤΟΥ ΔΕΔΕΙΓΜΕΝΟΙ, ΘΕΟΠΤΑΙ ΑΠΟΣΤΟΛΟΙ....

Ἠλίου αὐγάσματα, τοῦ νοητοῦ δεδειγμένοι, θεόπται Ἀπόστολοι, φωτισμὸν αἰτήσατε, ταῖς ψυχαῖς ἡμῶν, καὶ παθῶν ῥύσατε, ἀχλυώδους σκότους, καὶ ἡμέραν τὴν σωτήριον, ἰδεῖν πρεσβεύσατε, διὰ πρεσβειῶν καὶ δεήσεων, καρδίας ἐκκαθάραντες, ἃς ὁ πονηρὸς ἐτραυμάτισεν, ὅπως ἡμᾶς πίστει, σῳζόμενοι γεραίρωμεν ἀεί, τοὺς τῷ πανσόφῳ κηρύγματι, Κόσμον διασώσαντας.

Εἰς χώραν ὁ Ἄσωτος, ἀποδημήσας κακίας, κακῶς ἐδαπάνησα, ὅν περ Πάτερ εὔσπλαγχνε, πλοῦτον δέδωκας, καὶ λιμῷ τήκομαι, ἀγαθῶν πράξεων, καὶ αἰσχύνην παραβάσεως, ἰδοὺ ἐνδέδυμαι, χάριτος ἐνθέου γυμνούμενος, καὶ κράζω σοι τὸ Ἥμαρτον· οἶδα γὰρ τὴν σὴν ἀγαθότητα, δέξαι με ὡς ἕνα, οἰκτίρμον τῶν μισθίων σου Χριστέ, τῶν Ἀποστόλων δεήσεσι, τῶν ἠγαπηκότων σε.