Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 10 Φεβρουαρίου 2010

ΕΥΦΡΑΙΝΕΣΘΕ ΕΝ ΚΥΡΙΩ ΠΟΛΕΙΣ ΤΗΣ ΕΛΛΑΔΟΣ, ΚΑΙ ΣΚΙΡΤΗΣΑΤΕ ΑΓΑΛΛΟΜΕΝΑΙ... ΜΑΡΤΥΣ ΧΑΡΑΛΑΜΠΕ

Εὐφραίνεσθε ἐν Κυρίῳ πόλεις τῆς Ἑλλάδος, καὶ σκιρτήσατε ἀγαλλόμεναι, τὴν κάραν τοῦ μεγαλομάρτυρος Χαραλάμπους, ἐν κόλποις κατέχουσαι, ὡς θησαυρὸν βαθυτάλαντον καὶ ἀνεξάλειπτον· μεθ' ὧν καὶ ἡμεῖς ὁσημέραι, ἀπαρυόμενοι ἐξ αὐτῆς τὰ τῶν ἰάσεων ῥεῖθρα, τῆς πανώλους λοιμικῆς ἀπαλλαττόμεθα νόσου, εὐχαριστοῦντες Θεῷ, τῷ κηδεμόνι καὶ Σωτῆρι τῶν ψυχῶν, καὶ τῶν σωμάτων ἡμῶν.
Τὸν θεῖον ἀγῶνα καλῶς ἀγωνισάμενος Μάρτυς Χαράλαμπες, τῆς οὐρανῶν βασιλείας οἰκήτωρ γέγονας, καὶ πρεσβεύεις ὑπὲρ τοῦ κόσμου παναοίδιμε, τὸ δὲ καρτερικώτατόν σου σῶμα, ἐν τῇ γῇ κατέλιπες, ἴαμα σωτήριον τοῖς αὐτῷ προσιοῦσι καὶ ἁπτομένοις μετὰ πόθου, τὴν δὲ πάντιμόν σου κάραν, ἡ Ἑλλὰς ἐκτήσατο πλοῦτον ἀδάπανον, καὶ θησαυρὸν πολύτιμον, δι' ἧς τῶν ὄντως ἐφετῶν τυγχάνει, καὶ τῶν ἐναντίων ἐκλυτροῦται, ἐπισκιάσει τῆς ἐν σοὶ θείας χάριτος.
Πίστει καὶ πόθῳ ἀναφλεχθείς, τῷ πρὸς τὸν Δεσπότην σου ζέοντι, καὶ τῷ μαρτυρίῳ τῷ ὑπὲρ Χριστοῦ, ὥσπερ κλίμακι χρησάμενος, ἀνῆλθες πρὸς οὐρανίους λειμῶνας· κἀκεῖθεν τῇ θεόθεν δοθείσῃ σοι χάριτι, ἐποπτεύεις τοὺς τελοῦντας τὴν σεβάσμιον μνήμην σου, καὶ τοὺς σοὺς γεραίροντας ἀγῶνας, καὶ τὴν σὴν πάντιμον κάραν κατασπαζομένους, Μάρτυς Χαράλαμπε.
Τὰ τοῦ πονηροῦ ἠκονημένα βέλη, ἀπήμβλυνας Ἅγιε, τῇ τῶν σῶν ἄθλων ἀντιτυπίᾳ καὶ κατῄσχυνας ὄφιν τὸν ἀρχέκακον, καὶ τὸ τούτου ὄργανον, Σεβῆρον τὸν ἀσεβέστατον. Ἀκλινεῖ γὰρ διανοίᾳ τῇ πέτρᾳ ἐρηρεισμένος τῆς πίστεως, ἀδιάσειστος ἔμεινας· διὸ αἱ ἀντιφάσεις τῆς ἀσεβείας, οὐ κατίσχυσαν περιτρέψαι τὴν στερράν σου εὐσέβειαν. Ἀνθ' ὧν ἐν οὐρανοῖς συγχορεύεις Ἀγγέλοις, καὶ πρεσβεύεις ἀδιαλείπτως, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων ἐν ᾄσμασι, τὴν πανσεβάσμιον κάραν σου.
Ὁ αὐτὸς
Μεγαλομάρτυς Ἀθλητὰ τοῦ Χριστοῦ, Χαράλαμπες γενναιότατε, σὺ ῥωμαλέῳ φρονήματι, τὸν ὄντως Θεὸν μεγαλοφώνως ἐν σταδίῳ ἐκήρυξας, τῶν παρόντων καταφρονήσας ὡς προσκαίρων. Καὶ νῦν ἐν οὐρανοῖς ἐπαγαλλόμενος, σὺν τοῖς χοροῖς τῶν Ἀγγέλων, ἀπαύστως τὸν Χριστόν, ὃν Υἱὸν Θεοῦ παρρησίᾳ ὡμολόγησας, ἱκέτευε εἰρηνεῦσαι τὸν κόσμον, καὶ τὴν πανώλεθρον λοιμικὴν νόσον ἐξ ἀνθρώπων ποιῆσαι, ἐκ κινδύνων λυτρούμενον, ἡμᾶς παντοίων ἀεί, τοὺς ἐν πίστει καὶ πόθῳ ἀσπαζομένους τήν σεβάσμιον κάραν σου, καὶ τὴν ἁγίαν σου μνήμην ἑορτάζοντας.
Ῥωμαλεότητι φρενῶν ὠχυρωμένος θεσπέσιε, τὰς βασάνους τῶν ἀθέων εἰς οὐδὲν ἐλογίσω, ἀλλ' ἀνδρείως ὥρμησας πρὸς τὰ σκάμματα, τῷ δὲ θείῳ Πνεύματι λαμπρυνθείς τὴν διάνοιαν, βασιλέα παρανομώτατον ἤλεγξας, καὶ τὴν ὀρθόδοξον πίστιν ἐκράτυνας. Καὶ νῦν ἐν οὐρανοῖς τὰ γέρα τῶν σῶν πόνων κομισάμενος, ἀπαύστως δοξολογεῖς τὴν Ἁγίαν Τριάδα, καὶ πρεσβεύεις ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων, τὴν σεβάσμιον κάραν σου.
Δεῦτε φιλομάρτυρες πάντες, εὐωχηθῶμεν ἐν τῇ πανσέπτῳ πανηγύρει τοῦ Ἀθλοφόρου, καὶ πνευματικῶς πανηγυρίσωμεν· Σήμερον γὰρ συγκαλεῖται ἡμᾶς, ἡ πανσεβάσμιος πανήγυρις, Χαραλάμπους τοῦ Ἱερομάρτυρος, τράπεζαν ἡμῖν παρατιθεμένη, τὰς ἀριστείας τῶν παλαισμάτων αὐτοῦ, καὶ τὴν πανεύφημον αὐτοῦ Κεφαλήν, ἰάματα ὡς νάματα βλύζουσαν, πᾶσι τοῖς πιστῶς αὐτῇ προσιοῦσι, καὶ ἀρυομένοις ἐξ αὐτῆς ἴασιν, ψυχῶν τε καὶ σωμάτων, καὶ δεινῶν ἀπαλλαγήν, καὶ τὸ μέγα ἔλεος.