Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 7 Ιανουαρίου 2010

ΠΑΝΕΥΦΗΜΕ ΠΡΟΔΡΟΜΕ...

Πανεύφημε Πρόδρομε Χριστοῦ, Βαπτιστὰ θεόληπτε σὲ εὐσεβῶς μακαρίζοντες, Χριστὸν δοξάζομεν, τὸν ἐν Ἰορδάνῃ, κλίναντα τὴν κάραν σοι, καὶ φύσιν τῶν βροτῶν ἁγιάσαντα. Αὐτὸν οὖν πρέσβευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ὑψόθεν προσέβλεψας σοφέ, Ἰωάννη Πρόδρομε, Πατρὸς τὴν δόξαν τὴν ἄρρητον, Υἱὸν ἐν ὕδατι, καὶ τὸ Πνεῦμα εἶδες, ἀπελθὸν ὡς πέλειαν, καθαῖρον καὶ φωτίζον τὰ πέρατα· διὸ Τριάδος σε, μυστιπόλον ἀναμέλποντες, σοῦ τιμῶμεν, τὴν θείαν πανήγυριν.
Ῥωσθεὶς θείᾳ χάριτι Χριστοῦ, Βαπτιστὰ καὶ Πρόδρομε, σὺ τόν Ἀμνὸν ἡμῖν ἔδειξας, τὸν κόσμου αἴροντα, ἁμαρτίας πάσας· καὶ αὐτῷ προσήρμοσας, δυάδα Μαθητῶν χαίρων σήμερον· ὃν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἔνσαρκε Λύχνε, Πρόδρομε τοῦ Σωτῆρος, βλάστημα Στείρας, φίλε τοῦ ἐκ Παρθένου, ὃν σκιρτήμασι νηδύος προσεκύνησας, καὶ ἐβάπτισας νάμασι τοῦ Ἰορδάνου, τούτῳ πρέσβευε δεόμεθα Προφῆτα, τάς τῶν μελλόντων ἡμᾶς ἐκφυγεῖν τρικυμίας.
Θεὸς Λόγος ἐπεφάνη ἐν σαρκί, τῷ γένει τῶν ἀνθρώπων, ἵστατο βαπτισθῆναι ἐν Ἰορδάνῃ, καὶ ἔλεγε πρὸς αὐτὸν ὁ Πρόδρομος· Πῶς ἐκτείνω χεῖρα, καὶ ἅψωμαι κορυφῆς κρατούσης τὰ σύμπαντα; Εἰ καὶ ἐκ Μαρίας ὑπάρχεις βρέφος, ἀλλ' οἶδα σε Θεὸν προαιώνιον, ἐπὶ τῆς γῆς βαδίζεις, ὁ ὑμνούμενος ὑπὸ τῶν Σεραφὶμ καὶ δοῦλος Δεσπότην, βαπτίζειν οὐ μεμάθηκα. Ἀκατάληπτε Κύριε, δόξα σοι.
Ὡς εἶδέ σε Δέσποτα, ὁ Ἰωάννης ὁ Πρόδρομος, πρὸς αὐτὸν ἀφικόμενον, ἔκθαμβος γενόμενος, ὡς εὐγνώμων δοῦλος, σὺν φόβῳ ἐβόα· Τὶς ἡ ταπείνωσις Σωτήρ; τὶς ἡ πτωχεία, ἣν περιβέβλησαι; ὁ πλούτῳ ἀγαθότητος, ταπεινωθέντα τὸν ἄνθρωπον, ἀνυψώσας ὡς εὔσπλαγχνος, ὡς αὐτὸν ἐνδυσάμενος.
Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.
Δεῦρο δή μοι σήμερον, ἐπιτελοῦντι μυστήριον, τῷ Προδρόμῳ ἀντέφησε, φρικτῶς διακόνησον, ὁ Σωτὴρ τῶν ὅλων, καὶ μὴ δειλιάσῃς· τὸν συντριβέντα γὰρ Ἀδάμ, τῇ ἁμαρτίᾳ καινοποιούμενος, βαπτίζομαι ὡς ἄνθρωπος, ὁ κατὰ φύσιν ἀμόλυντος, Ἰορδάνου τοῖς ὕδασιν, ἐν οἷς βλέπεις παρόντα με.
Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;
Ἥλιον ῥυπτόμενον, τὶς γηγενῶν ἐθεάσατο; Ἰωάννης ἀντέφησε, καὶ τὸν ἐπενδύοντα, οὐρανὸν νεφέλαις, γυμνούμενον ὅλον; καὶ τὸν πηγὰς καὶ ποταμούς, δημιουργοῦντα ὕδασι βαίνοντα; ἐκπλήττομαι τὴν ἄφατον, οἰκονομίαν σου Δέσποτα! μὴ βαρύνῃς τὸν δοῦλον σου, φοβεροῖς ἐπιτάγμασιν.
Ὡς τοῦ Πνεύματος ἐραστής,καὶ τῆς χάριτος θεοφθόγγος χελιδών, τρανῶς τὴν οἰκονομίαν τοῦ Βασιλέως, βροτῶν τῷ γένει ἐξ Ἁγνῆς φαεινῶς ἀνατείλαντος, εἰς μερόπων ἀνάκλησιν, κατεμήνυσας Πρόδρομε, τῶν σκυθρωπῶν ἠθῶν, ἀπελαύνων τὸ τέρμα, καὶ ζωῆς ἀϊδίου ἐπιβαλέσθαι ἰθύνων, τάς καρδίας τῶν ἐν μετανοίᾳ βαπτιζομένων, μάκαρ θεόληπτε.
Δεῦτε μιμησώμεθα τάς φρονίμους Παρθένους· δεῦτε ὑπαντήσωμεν τῷ φανέντι Δεσπότῃ· ὅτι προῆλθεν ὡς νυμφίος πρὸς τὸν Ἰωάννην, ὁ Ἰορδάνης ἰδὼν σε ἔπτηξε καὶ ἔμεινεν· ὁ Ἰωάννης ἐβόα· Οὐ τολμῶ κρατῆσαι κορυφῆς ἀθανάτου· τὸ Πνεῦμα κατήρχετο, ἐν εἴδει περιστερᾶς, ἁγιάσαι τὰ ὕδατα· καὶ φωνὴ οὐρανόθεν· Οὗτός ἐστιν ὁ Υἱός μου, ὁ ἐλθὼν εἰς τὸν κόσμον, σῶσαι γένος ἀνθρώπων, Κύριε δόξα σοι.