Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 5 Ιανουαρίου 2010

ΘΕΩΝΑΝ ΚΑΙ ΘΕΟΠΕΜΠΤΟΝ.....

Θεωνᾶν καὶ Θεόπεμπτον, τοὺς σοφοὺς ἀνυμνήσωμεν· τοῖς Χριστοῦ γὰρ δόγμασι πειθαρχούμενοι, λατρείαν πᾶσαν ἀθέμιτον, λαμπρῶς καταργήσαντες, τῇ ἁγίᾳ καὶ σεπτῇ, εὐσεβῶς λελατρεύκασιν, ἕνα Κύριον, καὶ Θεὸν πρὸ προσώπου τῶν τυράννων, εὐθαρσῶς ὁμολογοῦντες, καὶ στεφανούμενοι ἄνωθεν.
Τὸ τοῦ βίου χαμαίζηλον, καὶ τρυφῆς τὴν εὐπάθειαν, καὶ τὴν ἀπανθοῦσαν δόξαν Πανεύφημοι, καταλιπόντες ὡς πρόσκαιρον, Χριστῷ ἐκολλήθητε, τῷ αὐτοῦ κάλλει τερπνῶς, ὡς ὡραίῳ φλεγόμενοι, καὶ προσήχθητε, ὡς ἡδύπνοα ῥόδα, καὶ τῷ στέφει, τῆς ἀφθάρτου Βασιλείας, θεοσθενῶς συνεστέφθητε.
Οἱ τὸν κόσμον μισήσαντες, ὑπερκόσμιοι ὤφθητε, πρωτοτόκων Ἐκκλησίᾳ συνήφθητε, καὶ τοῖς ἀγγέλοις συνᾴδετε, ᾠδὴν τὴν ἀκήρατον, ἐνωπίῳ τῷ Θεῷ, παρεστῶτες ἐνώπιοι, καὶ τὴν ἄθεσμον, τῶν εἰδώλων ἀπάτην καθελόντες, τῶν Τυράννων τὴν μανίαν, μαρτυρικῶς κατεβάλετε.
Τὸ εὐκλεὲς τῶν Πατέρων, ὄντως ποθήσασα, εὐκλείας τῆς ἀφθάρτου, ἐπεθύμησας· ὅθεν, ἐκστᾶσα τῶν ἡδέων, σῶμα τὸ σόν, πόνοις πᾶσιν ἐξέδωκας, καὶ νῦν τῶν πόνων λαμβάνεις τάς ἀμοιβάς, τῷ Χριστῷ συμβασιλεύουσα.
Ὁ τὸν Ἰὼβ συγχωρήσας, τῷ ἐξαιτήσαντι, καὶ σὲ πυρῶσαι θέλων, ὡς χρυσίον ἀφῆκε, τὸ σῶμα πάσχειν βίᾳ τοῦ πονηροῦ· ὅθεν σὺ καταισχύνασα, τῇ καρτερίᾳ τῶν νόσων τὸν πειραστήν, τῷ τῆς νίκης στέφει ἔστεψαι.
Τὸ τοῦ νυμφίου ὡραῖον, κάλλος ποθήσασα, Χριστοῦ καὶ νυμφευθῆναι, τούτῳ σὺ βουληθεῖσα, πάσαις ταῖς ἰδέαις τῶν ἀγαθῶν, διὰ πόνων ἀσκήσεως, σαυτὴν ἐκόσμησας· ὅθεν, νῦν σὺν αὐτῷ, βασιλεύεις εἰς νυμφῶνα αὐτοῦ.
Ἑτοιμάζου Ἰορδάνη ποταμέ· ἰδοὺ γὰρ παραγίνεται Χριστὸς ὁ Θεός, βαπτισθῆναι ὑπὸ Ἰωάννου, ἵνα τῶν δρακόντων ἀοράτους κεφαλάς, συνθλάσῃ τῇ θεότητι, ἐν τοῖς ὕδασι τοῖς σοῖς, ἀγάλλου ἡ ἔρημος, Ἰορδάνου, τὰ ὄρη σκιρτήσατε εὐφροσύνῃ· ἣκει γὰρ ἡ αἰώνιος ζωή, ἀνακαλέσαι τὸν Ἀδάμ. Φωνὴ βοῶντος βόησον, ὦ Ἰωάννη Πρόδρομε· Ἑτοιμάσατε ὁδοὺς τοῦ Κυρίου, καὶ τάς τρίβους αὐτοῦ, εὐθείας ἀπεργάσασθε.
Ἡ γῆ καὶ τὰ ἐπίγεια, σκιρτήσατε ἀγάλλεσθε, ὁ χειμάρρους, τῆς τρυφῆς ἐν ποταμῷ, βαπτίζεται τὴν χύσιν, ξηραίνων τῆς κακίας, καὶ ἀναβλύζει θείαν ἄφεσιν.
Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν.
Φωτὸς ὢν χορηγὸς Ἰησοῦς, μὴ χρῄζων βαπτισθῆναι σαρκί, ἐπιβαίνει, Ἰορδάνου ταῖς ῥοαῖς, φωτίσαι τοὺς ἐν σκότει, βουλόμενος ἐν πίστει, τούτῳ προθύμως ὑπαντήσωμεν.
Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιείμ.
Φορέσας τὴν τοῦ δούλου μορφήν, προέρχῃ βαπτισθῆναι Χριστέ, ὑπὸ δούλου, Ἰορδάνου ταῖς ῥοαῖς, λυτρούμενος δουλείας, τῆς πάλαι ἁμαρτίας, καὶ ἁγιάζων καὶ φωτίζων ἡμᾶς.
Ἀγαλλιάσθω ἡ ἔρημος τοῦ Ἰορδάνου, καὶ ἀνθείτω ὡς κρίνον· φωνὴ γὰρ βοῶντος ἠκούσθη ἐν αὐτῇ· Ἑτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου· ὁ γὰρ τὰ ὄρη στήσας σταθμῷ, καὶ τάς νάπας ζυγῷ, ὁ τὰ πάντα πληρῶν ὡς Θεός, βαπτίζεται ὑπὸ δούλου· πτωχεύειν ἤρξατο, ὁ τὰ πλούσια δῶρα χαριζόμενος. Ἤκουσεν Εὕα. Ἐν λύπαις τέξῃ τέκνα· νῦν δὲ ἤκουσεν ἡ Παρθένος· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.