Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 3 Ιανουαρίου 2010

ΘΡΟΝΟΝ ΟΥΡΑΝΟΝ...

Θρόνον οὐρανόν, κεκτημένος ὁ Δεσπότης, ἦλθεν ἐπὶ γῆς, σαρκωθεὶς ἐκ τῆς Παρθένου, καὶ πρὸς τὸν Ἰορδάνην, ἐπιστὰς τὸ καθάρσιον, πάντων ἑξαιρεῖ τὸν Ἰωάννην. Αἱ πατριαὶ τῆς γῆς ἁπάσης, αὐτῷ ψάλλωμεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.

Ἔφθασε Χριστός, πρὸς τὰ ῥεῖθρα Ἰορδάνου, Βάπτισμα αἰτῶν, ὁ καθαίρων ἁμαρτίας. Πᾶσα ἡ γῆ σκιρτάτω· Οὐρανοὶ εὐφραινέσθωσαν· Χαῖρε τῶν Ἐθνῶν ἡ Ἐκκλησία, τῷ Βασιλεῖ νυμφευομένη, πιστῶς βόησον· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.

Ὄρη γλυκασμόν, εὐφροσύνης σταλαξάτω, χεῖρας μυστικῶς, νῦν κροτήσατε τὰ Ἔθνη, ἡ ἔρημος ἀνθείτω Ἰορδάνη ὑπόδεξαι, δεῦρο Βαπτιστὰ τῷ μυστηρίῳ, τοῦ Λυτρωτοῦ ὑπούργει χαίρων, λαοὶ μέλψωμεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.

Φῶς τὸ ἐκ φωτός, ὑπὲρ χρόνον προεκλάμψαν, τοῖς ἐν τῇ νυκτί, καθημένοις ἐπεφάνη, καὶ σκότος ἁμαρτίας, ἐκκαθᾶραν ἐφώτισε. Χόρευσον Ἀδάμ· εὐφραίνου Εὕα, ἡ λύτρωσις Χριστὸς ἐπέστη, Δαυῒδ βόησον· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Ἄστρον Ἰακώβ, ἑξανέτειλε τῷ κόσμῳ, καὶ τὴν φλογεράν, τῶν ἀνθρώπων ἁμαρτίαν, ἀναλαβὼν ἐνθάπτει, Ἰορδάνου τοῖς νάμασι, λάμπων τῆς θεότητος τῷ φέγγει, καὶ φωτισμὸν θεογνωσίας, διδοὺς Ἔθνεσιν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Νόμου πληρωτής, κατὰ σάρκα χρηματίσας, ἦλθεν ὁ Χριστός, ἀπαρχὴν τῆς σωτηρίας, ἐπὶ τὸν Ἰορδάνην, ἐκτελέσαι ὡς εὔσπλαγχνος, καὶ τῷ Βαπτιστῇ καθυποκλίνει, τὴν κορυφὴν πιστῶς βοῶντι, λαοὶ κράξωμεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.