Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 9 Δεκεμβρίου 2009

ΑΝΝΑ, Η ΘΕΙΑ ΧΑΡΙΣ ΠΟΤΕ...

Ἄννα, ἡ θεία χάρις ποτέ, προσευχομένη ὑπὲρ τέκνου ἐβόησε, τῷ πάντων Θεῷ καὶ Κτίστῃ· Ἀδωναῒ Σαβαώθ, τὸ τῆς ἀπαιδίας οἶδας ὄνειδος, αὐτὸς τὴν ὀδύνην μου, τῆς καρδίας διάλυσον, καὶ τοὺς τῆς μήτρας, καταρράκτας διάνοιξον, καὶ τὴν ἄκαρπον, καρποφόρον ἀνάδειξον, ὅπως τὸ γεννησόμενον, δοτὸν σοι προσάξωμεν, ἐπευλογοῦντες ὑμνοῦντες, καὶ ὁμοφρόνως δοξάζοντες, τὴν σὴν εὐσπλαγχνίαν, δι' ἦς δίδοται τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Ὤμοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν.
Πάλαι προσευχομένη πιστῶς, Ἄννα ἡ σώφρων, καὶ Θεῷ ἱκετεύουσα, Ἀγγέλου φωνῆς ἀκούει, προσβεβαιοῦντος αὐτῇ, τὴν τῶν αἰτουμένων θείαν ἔκβασιν, πρὸς ἥν ὁ ἀσώματος, ἐμφανῶς διελέγετο· Ἡ δέησίς σου, πρὸς τὸν Κύριον ἤγγισε, μὴ σκυθρώπαζε, τῶν δακρύων ἀπόστηθι· εὔκαρπος χρηματίσεις γάρ, ἐλαία βλαστάνουσα, κλάδον ὡραῖον Παρθένον, πάγκαλον ἄνθος ἀνθήσουσαν, Χριστὸν κατὰ σάρκα, παρεχόμενον τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου μου.
Ζεῦγος καρπογονεῖ τὸ σεπτόν, τὴν θείαν Δάμαλιν, ἐξ ἧς προελεύσεται, ὁ Μόσχος ἀρρήτῳ λόγῳ, ὁ σιτευτὸς ἀληθῶς, ὑπὲρ ὅλου κόσμου προθυόμενος· διὸ γεγηθότες, ἐξομολόγησιν ἄπαυστον, ἐν κατανύξει, τῷ Κυρίῳ προσάγουσι, καὶ τὴν σύμπασαν, ἐποφείλουσαν ἔχουσι. Τούτους οὖν μακαρίσωμεν, καὶ πίστει χορεύσωμεν, ἐν τῇ Συλλήψει ἐνθέως, τῆς ἐξ αὐτῶν τοῦ Θεοῦ ἡμῶν, Μητρὸς τικτομένης, δι' ἧς δίδοται πλουσίως, τὸ μέγα ἔλεος.
Τὸν ἐγκαινισμὸν τελοῦντες, τοῦ πανιέρου Ναοῦ τῆς Ἀναστάσεως, σὲ δοξάζομεν Κύριε, τὸν ἁγιάσαντα τοῦτον, καὶ τελειώσαντα τῇ αὐτοτελεῖ σου χάριτι, καὶ τερπόμενον, ταῖς ἐν αὐτῷ ἱερουργουμέναις ὑπὸ πιστῶν, μυστικαῖς καὶ ἱεραῖς τελεταῖς, καὶ προσδεχόμενον ἐκ χειρὸς τῶν δούλων σου, τὰς ἀναιμάκτους καὶ ἀχράντους θυσίας, ἀντιδιδόντα δὲ τοῖς ὀρθῶς προσφέρουσι, τὴν τῶν ἁμαρτημάτων κάθαρσιν, καὶ τὸ μέγα ἔλεος.
Σήμερον ἐκ ῥίζης τοῦ Δαυΐδ, βασιλικὴ πορφυρὶς ἐκβλαστήσασα, τοῦ Ἰεσσαὶ βλαστάνειν ἀπάρχεται, τὸ ἄνθος τὸ μυστικόν, ἐν ᾧ Χριστὸς ὁ Θεὸς ἡμῶν ἐξήνθησεν, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.