Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 6 Δεκεμβρίου 2009

ΜΥΡΩ ΘΕΙΩ ΣΕ ΕΧΡΙΣΕ ....ΝΙΚΟΛΑΕ...ΠΡΕΣΒΕΥΕ ΥΠΕΡ ΤΩΝ ΨΥΧΩΝ ΗΜΩΝ...

Μύρῳ θείῳ σε ἔχρισε, θεία χάρις τοῦ Πνεύματος, Μύρων προεδρεύσαντα καὶ μυρίσαντα, ταῖς ἀρεταῖς Ἱερώτατε, τοῦ κόσμου τὰ πέρατα, ἡδυπνόοις τε εὐχαῖς, τὰ δυσώδη διώκοντα, πάθη πάντοτε· διὰ τοῦτό σε πίστει εὐφημοῦμεν, καὶ τελοῦμέν σου τὴν μνήμην, τὴν παναγίαν Νικόλαε.
Ὡς λαμπτῆρά σε ἄδυτον, ὡς φωστῆρα παγκόσμιον, ἐν τῷ στερεώματι ἀναλάμψαντα, τῆς Ἐκκλησίας Νικόλαε, καὶ κόσμον φωτίζοντα, καὶ κινδύνων χαλεπῶν, τὴν ἀχλύν ἀπελαύνοντα, καὶ ἐξαίροντα, ἀθεΐας χειμῶνα καὶ γαλήνην, ἐργαζόμενον βαθεῖαν, χρεωστικῶς μακαρίζομεν.
Καὶ παρὼν καὶ φαινόμενος, ἐν ὀνείροις Νικόλαε, τοὺς ἀδίκως μέλλοντας θνῄσκειν ἔσωσας, ὡς συμπαθὴς ὡς φιλάγαθος, ὡς ῥύστης θερμότατος, ὡς προστάτης ἀληθής, τῶν πιστῶς ἐξαιτούντων σου, τὴν ἀντίληψιν, Ἱερώτατε Πάτερ τῶν Ἀγγέλων, συμπολῖτα Ἀποστόλων καὶ Προφητῶν ἰσοστάσιε.
Κληρονόμε Θεοῦ, συγκληρονόμε Χριστοῦ, λειτουργὲ Κυρίου, Ἅγιε Νικόλαε, κατὰ τὸ ὄνομά σου, οὕτω καὶ ἡ πολιτεία σου· συνεξέλαμψε γὰρ τῇ πολιᾷ ἡ σύνεσις, ἐμαρτύρει τὸ φαιδρὸν τοῦ προσώπου σου, τῆς ψυχῆς τὸ ἀνεξίκακον, ἐβεβαίου τὴν πραότητα, τοῦ λόγου τὸ ἥσυχον, ἡ ζωή σου ἔνδοξος, καὶ ἡ κοίμησις μετὰ Ἁγίων. Πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.