Τῶν νοερῶν Δυνάμεων Ἀρχιστράτηγοι, οἱ παρεστῶτες ἀπαύστως, τῷ δεσποτικῷ θρόνῳ, πρεσβεύσατε πρὸς Κύριον, εἰρήνην τῷ κόσμῳ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ὁ Ταξιάρχης τῶν ἄνω Δυνάμεων, Μιχαὴλ ὁ πρωτοστάτης τῶν θείων ταγμάτων, σήμερον ἡμᾶς πρὸς πανήγυριν συνεκάλεσεν, ὁ καθ' ἑκάστην μεθ' ἡμῶν πορευόμενος, καὶ φυλάττων τοὺς πάντας, ἐκ πάσης τοῦ διαβόλου περιστάσεως. Δεῦτε οὖν φιλέορτοι καὶ φιλόχριστοι, τὰ ἄνθη τῶν ἀρετῶν δρεψάμενοι, καθαραῖς ἐννοίαις, καὶ συνειδότι εὐστάθμῳ, τοῦ Ἀρχαγγέλου τὴν Σύναξιν τιμήσωμεν· αὐτὸς γὰρ ἀδιαλείπτως τῷ Θεῷ παριστάμενος, καὶ τὸν τρισάγιον ὕμνον ἀναμέλπων, πρεσβεύει σωθῆναι τὰς ψυχάς ἡμῶν.
Τῆς ἀΰλου οὐσίας, τῶν νοερῶν Δυνάμεων προστατεύοντες, καὶ τῆς Τρισηλίου δόξης ταῖς μαρμαρυγαῖς, φωτοδοτοῦντες τὴν οἰκουμένην, Ἀρχιστράτηγοι, ἀλήκτῳ φωνῇ, τὸν τρισάγιον ὕμνον ἐξᾴδετε· διὸ πρεσβεύσατε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τῷ ἀΰλω θρόνῳ περικυκλοῦντες, νοεραὶ οὐσίαι θεῖοι Ἀσώματοι, τὴν τρισάγιον ᾠδήν, τῷ πρύτανι Θεῷ, φλογεροῖς τοῖς χείλεσιν ᾄδετε, Ἅγιος ὁ Θεός, ὁ Πατὴρ ὁ ἄναρχος, Ἅγιος ἰσχυρός, ὁ Υἱὸς ὁ συνάναρχος, Ἅγιος ἀθάνατος, τὸ ὁμοούσιον Πνεῦμα, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συνδοξαζόμενον.
Ἀσωμάτοις χείλεσι, καὶ νοεροῖς στόμασι, τῶν Ἀγγέλων αἱ τάξεις, τὸν ἀκατάπαυστον ὕμνον προσφέρουσι, τῇ σῇ ἀπροσίτῳ Θεότητι Κύριε, καὶ νόες καθαροὶ καὶ λειτουργοὶ τῆς σῆς δόξης αἰνοῦσί σε Δέσποτα· Σὺν αὐτοῖς δὲ Μιχαὴλ ὁ ἀσώματος, καὶ πρωτοστάτης τῶν ἄνω Δυνάμεων, ὁ Ἀρχιστράτηγος τῶν Ἀγγέλων, ἑστιάτωρ ἡμῖν σήμερον γέγονε, τὰ τῶν ἀσωμάτων ᾄσματα προτρεπόμενος ἡμᾶς ᾄδειν, τῇ ἀπροσίτῳ σου δόξῃ Φιλάνθρωπε, ἵνα πρεσβεύῃ ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Τῆς ἡλιακῆς ἀκτῖνος τοῦ θείου φωτός, καταλαμπόμενοι Ἀρχιστράτηγοι, τὰς τῶν ἀΰλων καταυγάζετε ταξιαρχίας, ὡς φῶς λευχειμονοῦντες, ἐν ὑψίστοις τὸ πῦρ καταυγάζετε ἐν κόσμῳ, τῆς ἀπροσίτου θεότητος· ὅθεν καὶ τὸν τρισάγιον ὕμνον, ἐν φλογεροῖς τοῖς χείλεσιν ἀκαταπαύστως ᾄδετε· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Οἱ Ἄγγελοί σου Χριστέ, τῷ θρόνῳ τῆς μεγαλωσύνης, ἐν φόβῳ παρεστῶτες, καὶ τῇ σῇ φωτοχυσίᾳ ἀεὶ λαμπόμενοι, ἐν τοῖς ὑψίστοις ὑμνῳδοί σου, καὶ τῆς βουλῆς σου λειτουργοί, ὑπὸ σοῦ ἐκπεμπόμενοι, νέμουσι φωτισμὸν ταῖς ψυχαῖς ἡμῶν.
Πυρίνοις χείλεσιν, ὑμνεῖ σε τὰ Χερσυβίμ, Χριστὲ ὁ Θεός, ἀσωμάτοις δὲ στόμασιν ἀσιγήτως, δοξολογεῖ σε τῶν Ἀρχαγγέλων ὁ χορός, Μιχαὴλ δὲ ὁ Ἀρχιστράτηγος, τῶν ἄνω δυνάμεων, τὸν ἐπινίκιον ὕμνον, ἀκαταπαύστως προσφέρει τῇ δόξῃ σου· Αὐτὸς γὰρ ἡμᾶς σήμερον κατηύγασε, πρὸς πανήγυριν φαιδράν, κροτῆσαι ἐπαξίως ψαλμικῶς, αἶνον τὸν τρισάγιον, τοῖς πηλίνοις χείλεσιν, ὅτι τὰ πάντα τῆς σῆς αἰνέσεως ἐπλήσθη, καὶ παρέχεις τῷ κόσμῳ δι' αὐτοῦ τὸ μέγα ἔλεος.
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.