Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 9 Νοεμβρίου 2009

ΠΟΙΟΙΣ ΕΥΦΗΜΙΩΝ ΣΤΕΜΜΑΣΙΝ, ΑΝΑΔΗΣΩΜΕΝ ΤΟΝ ΙΕΡΑΡΧΗΝ.... ΝΕΚΤΑΡΙΕ ΟΣΙΕ...

Ποίοις εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν τὸν Ἱεράρχην; τὸν ἀρτιφανῶς ἀναλάμψαντα, καὶ τὴν Ἐκκλησίαν φαιδρύναντα, ταῖς τῆς εὐσεβείας λαμπηδόσι· τὸ νέον, τῶν Ὀρθοδόξων ἐγκαλλώπισμα, τῶν πάλαι, Ἀρχιερέων τὸν ὁμόζηλον· τῇ γὰρ αὐτῶν πολιτείᾳ, νουνεχῶς στοιχήσας, ἐδοξάσθη παρὰ Χριστοῦ, τοῦ πᾶσι παρέχοντος, δι' αὐτοῦ τὸ μέγα ἔλεος.

Ποίοις μελωδικοῖς ᾄσμασιν, ἐπαινέσωμεν τὸν Ἱεράρχην; τοῦ Θεοῦ τὸν θεῖον θεράποντα, καὶ τῶν ἀρετῶν τὸ κειμήλιον, τῆς θεολογίας τὴν κιθάραν, τὸν ἄρτι τῇ Ἐκκλησίᾳ ἀναβλύσαντα, τὸ νέκταρ, τῆς εὐσεβείας τὸ οὐράνιον, λόγῳ τῆς χάριτος θείῳ, ἐκ σοφῶν χειλέων, καὶ θαυμάτων τὴν δωρεάν, θεόθεν δεξάμενον, τὸν θεόληπτον Νεκτάριον.

Ποίοις πνευματικοῖς ῥήμασι, μακαρίσωμέν σε Ἱεράρχα; τον ἐν μέσῳ κόσμου βιώσαντα, βίον ἀληθῶς ἐνθεώτατον, πράξεσιν ὁσίαις καὶ ἀμέμπτοις, ἐντεῦθεν, Μονήν ἁγίαν Θεῷ ἵδρυσας, ὡς ἄλλον, ψυχῶν λιμένα ἀκλυδώνιστον, ἐν τῇ Αἰγίνῃ τῇ νήσῳ, ἣν ἀπαύστως σκέπε, σὺν τῷ ταύτης καθηγητῇ, Νεκτάριε Ὅσιε, Διονυσίῳ τῷ θεόφρονι.