Ὁ τοῦ Κυρίου τὴν ζῶσαν ἐζωσμένος, μυρίπνοον νέκρωσιν ἐν τῇ σαρκὶ αὐτοῦ, Λάζαρος ἄλλος καὶ φίλτατος, ἐκ τῶν ἱδρώτων, αὐτοῦ καὶ πόνων ἔτι ἀτμίζουσαν, στολήν περικείμενος, νῦν ἡμῖν πρόκειται, εἰς πανδαισίαν ἀδάπανον, καὶ εὐφημίαν· Δεῦτε συμφώνως τοῦτον τιμήσωμεν, ὡς τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν, οἰκονόμον πιστόν καὶ θεράποντα, Μοναζόντων τὰ πλήθη, φιλεόρτων τὰ συστήματα. (Δίς)
Ὡς ἐν θαλάμῳ φωτὸς πεπληρωμένῳ, τῷ στύλῳ παρέμεινας, ὦ ἱερώτατε, κύκλῳ δὲ τούτου παρέστησας, ὥς περ ἐνόπλους, ὑπασπιστὰς τὰς πράξεις σου Ὅσιε, ἐναποτειχίζοντας παρεμβολὰς τῶν παθῶν, ἐν τῷ νυμφῶνι δὲ ἢλασας, τῷ θείῳ μάκαρ, ἐν παρρησίᾳ νῦν παριστάμενος, τῷ σῷ νυμφίῳ καὶ Θεῷ ἡμῶν, τῇ αὐτοῦ ἐντρυφῶν ὡραιότητι· ὅν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Ὁ ἐξ ὀσφύος μητρὸς ἡγιασμένος, ὁ ὅσιος Λάζαρος τὸ τοῦ Χριστοῦ καθαρόν, θῦμα καὶ θύτης γενόμενος, εἰς εὐωχίαν, τῆς αὐτοῦ Mνήμης νῦν συνεκάλεσε, τοὺς πάντας ἐν Πνεύματι εὐωδιάζων σαφῶς· Δεῦτε λοιπὸν καὶ συνδράμωμεν, καὶ εὐλογίας, ἐκ τῶν τιμίων τούτου μετάσχωμεν, θείων λειψάνων, καὶ δοξάσωμεν, τὸν ἐν ἁγίοις Χριστόν τὸν Θεὸν ἡμῶν, θαυμαζόμενον ὄντως, καὶ αὐτοῖς ἀναπαυόμενον
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.