Χαίρων αὐτοκινήτοις ὁρμαῖς, πρὸς τοὺς ἀγῶνας ἀνδρικῶς προσεχώρησας, καὶ πᾶσαν ἐκπλήξας φρένα, τῇ καρτερίᾳ τῇ σῇ, τῶν τυράννων θράση κατεπάτησας, λαμπράν πρὸς Ἀγγέλων, διαγωγὴν μεταβέβηκας, περιχορεύων, σὺν αὐτοῖς καὶ γηθόμενος, σῴζων πάντοτε, τοὺς πιστῶς σε γεραίροντας· Μάρτυς ἐπιστασίαις σου, παμμάκαρ Γεώργιε, καὶ συμπαθείᾳ πενήτων, τοῖς ὀδυρμοῖς ἐπικλώμενος, Χριστὸν ἱκετεύεις, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἴθι τοῖς εὐφημοῦσιν ἡμῖν, καὶ θλιβομένοις ἀρωγὸς γενησόμενος, τὸν πόνον ἐπικουφίζων, τῶν χαλεπῶν πειρασμῶν, καὶ τὸ βάρος τούτων ἀφαιρούμενος, φρουρῶν καὶ φυλάττων, καὶ διασῴζων Γεώργιε, διαβιβάζων, πρὸς Θεὸν διὰ πίστεως, καὶ προστάγμασιν, ἐμβιβάζων τοῦ Κτίσαντος· ὅπως δι' ἀγαθότητος, τῆς τούτου βιώσαντες, τύχωμεν πάντες τῶν θείων, ἐν οὐρανοῖς ἀντιδόσεων, Χριστὸν ἀνυμνοῦντες, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Μέγα καὶ θαυμαστὸν ἀληθῶς, τῆς σῆς ἀρρήτου μαρτυρίας κηρύττεται, τὸ κλέος Ἔνδοξε Μάρτυς· ὡς γὰρ λαμπρὸς ἀριστεύς, διατρέχεις πᾶσαν ἀξιάγαστε, τὴν κτίσιν Γεώργιε, πλείσταις ὄντως κοσμούμενος, θαυματουργίαις, καὶ τὰς νόσους ἰώμενος, καὶ τοὺς πάσχοντας, θεραπεύων πρεσβείαις σου· ὅθεν ὡς ἀντιλήπτορα, θερμόν σε γινώσκομεν, καὶ εὐεργέτην παμμάκαρ, τοὺς αἰχμαλώτους ῥυόμενον, Χριστὸν οὖν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.