Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 9 Νοεμβρίου 2009

ΕΥΦΡΑΙΝΟΥΝ ΕΝ ΚΥΡΙΩ, Η ΟΡΘΟΔΟΞΟΣ....

Εὐφραίνου ἐν Κυρίῳ, ἡ Ὀρθόδοξος Ἐκκλησία, ἀγάλλου καὶ χόρευε, ἡ νύμφη ἡ ἐκλεκτή, τοῦ οὐρανίου Βασιλέως. Ἰδοὺ γὰρ ἐν τῇ καθ' ἡμᾶς γενεᾷ, ὁ ἀληθὴς τοῦ Χριστοῦ Ἱεράρχης, Νεκτάριος ὁ Ὅσιος, τὰ πάλαι σοι θεόθεν δεδογμένα, ἔτι ἅπαξ σφραγίζει, καὶ διαπρυσίως κηρύττει, τῇ δόξῃ ᾗ ἐδοξάσθη, παρὰ τοῦ μόνου Θεοῦ. Ὅθεν στῦλον καὶ ἑδραίωμα, τοῦτον κεκτημένη, καὶ τῶν θαυμάτων αὐτοῦ τὴν χάριν ὁρῶσα, τῷ νυμφίῳ σου βόησον, Κύριε δόξα σοι.
Τὶς μὴ σκιρτήσει; τὶς μὴ χορεύσει τῷ πνεύματι, ἐπὶ τῇ νέᾳ πανηγύρει, τοῦ Ἱεράρχου Νεκταρίου; πᾶσα γὰρ ψυχὴ ἀγάλλεται, ὁρῶσα τοῦτον δεδοξασμένον, καὶ τῶν Ἁγίων ἰσοστάσιον, καὶ ἐν θαύμασι περιφανῆ· ὅθεν τῆς ζωῆς αὐτοῦ τὴν λαμπρότητα, καὶ τῶν προτερημάτων τὴν ὁσιότητα, μακαρίζοντες βοήσωμεν· Ἰησοῦς Χριστός χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.
Δαβιτικὴν ἀναλαβόντες ῥῆσιν, τῷ Ἱερομύστῃ Νεκταρίῳ, προσφόρως βοήσωμεν λέγοντες· Μακάριος εἶ, καὶ καλῶς σοι ἔσται, παμμακάριστε Πάτερ· σὺ γὰρ σωφρόνως καὶ ἀμέμπτως πολιτευσάμενος, οὐρανόφρων ἐν βίῳ ὤφθης, καὶ Ἱεράρχης ὅσιος καὶ ἄκακος, καὶ ἱεροπρεπῶς τὰ πρὸς Θεὸν τελέσας, σοφῶς διηκόνησας, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, καὶ ἐν θαύμασιν ἀξίως δοξασθείς, τοὺς ἐν ἀνάγκαις προφθάνεις, καὶ παρέχεις ἑνὶ ἑκάστῳ, τὰ πρὸς σωτηρίαν αἰτήματα.
Τῷ λόγῳ τῆς χάριτος διαπρέψας, τοῦ Εὐαγγελίου τῆς εἰρήνης, ἐργάτης δόκιμος ὤφθης, Πάτερ Νεκτάριε, καὶ στόμα θεῖον προφητικῶς, καὶ τῆς κοσμικῆς ἀποστὰς συγχύσεως, δι' ἡσυχίας Θεῷ ἡνώθης, ἐν τῇ νήσῳ Αἰγίνῃ γενόμενος· ἐν ᾗ ψυχῶν ἐγείρας φροντιστήριον, καὶ τύπος ἀρετῶν ταῖς μοναζούσαις γεγονώς, καὶ πατὴρ καὶ διδάσκαλος, τὸν ὁσίοις πρέποντα ὕπνον κεκοίμησαι, πρεσβεύων ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ὡς ἱερὸς ὁ βίος σου, καὶ τῷ Θεῷ εὐάρεστος, θεοφόρε Νεκτάριε, ὡς ξένα σου τὰ θαύματα, ἃ καθ' ἑκάστην τελεῖς, τῇ δεδομένῃ σοι χάριτι! Τὶς οὖν μὴ θαυμάσει σε, τὸν ὄντως ἀξιάγαστον; ἢ τὶς μὴ δοξάσει σε, τὸν παρὰ Θεοῦ δοξασθέντα; πηγὴ γὰρ ἰαμάτων ὤφθησαν, τὰ θεῖά σου λείψανα· χαλεπὰς γὰρ ἀσθενείας ἰῶνται, καὶ πνεύματα διώκουσιν ἀκάθαρτα, καὶ πᾶς πιστῶς προστρέχων, ψυχῶν σωτηρίαν λαμβάνει καὶ σωμάτων θεραπείαν, Χριστὸν δοξάζων, τὸν θαυμαστῶς σε δοξάσαντα.
Δεῦτε τῶν πιστῶν αἱ πατριαί, δεῦτε ἐν Αἰγίνῃ συνδράμωμεν, ξενοπρεπῆ θαυμάσια, ἃ ἡ δεξιὰ τοῦ Ὑψίστου, ἀρτίως ἐργάσατο· τὸν γὰρ θεόφρονα Νεκτάριον, ὡς εὐαγγελικῶς ἐμπρέψαντα, ἀθανάτοις χάρισι δοξάζει, ὡς ἀψευδῶς ἐπηγγείλατο. Ὅθεν καὶ τὰ σεπτὰ αὐτοῦ ὀστέα, πλήρη εὐωδίας ἀνέδειξε καὶ πηγῆν ἰάσεων, τοῖς εὐλαβῶς προσιοῦσιν, ἐξ ὧν ὀσμῆς ζωῆς ἐμφορούμενοι, δαβιτικῶς βοήσωμεν. Μέγας εἶ Κύριε, καὶ τῆς μεγαλωσύνης σου οὐκ ἔσται πέρας, δι' ἧς φιλάνθρωπε, σῶσον τὰς ψυχὰς ἡμῶν.