Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 6 Οκτωβρίου 2009

ΩΣΠΕΡ ΜΑΡΓΑΡΙΤΗΝ ΣΕ, ΕΚ ΤΟΥ ΒΥΘΟΥ ΑΝΙΜΗΣΑΤΟ, ΤΗΣ ΤΟΥ ΚΟΣΜΟΥ ΣΥΓΧΥΣΕΩΣ....

ὥσπερ μαργαρίτην σε, ἐκ τοῦ βυθοῦ ἀνιμήσατο, τῆς τοῦ κόσμου συγχύσεως, Χριστὸς ὁ φιλάνθρωπος, διὰ σοῦ πλουτίσας, τοὺς ἠπορημένους, καὶ τὴ πενία τῶν δεινῶν, συγκεκραμένους Θωμᾶ Ἀπόστολε, διὸ σὲ μακαρίζομεν, καὶ τὴν πανέορτον Μνήμην σου, ἐν αἰνέσει δοξάζομεν, εὐσεβῶς σὲ γεραίροντες.
Εἰς πᾶσαν τὴν γὴν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν ἐν τῷ ἠλίω ἔθετο τὸ σκήνωμα αὐτοῦ.
Ἰνδῶν κατελάμπρυνας, πᾶσαν τὴν γὴν ἱερώτατε, καὶ θεόπτα Ἀπόστολε, φωτίσας γὰρ ἅπαντας, υἱοὺς ἀπειργάσω, φωτὸς καὶ ἡμέρας, τούτους ἐν Πνεύματι σοφέ, εἰδωλικούς τε ναοὺς κατέρραξας, ἀνήγειρας δὲ χάριτι, Θεοῦ εἰς δόξαν καὶ αἴνεσιν, ἐκκλησίας Μακάριε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Χειρὶ φιλοπράγμονι, θείαν πλευρὰν ἐξηρεύνησας, καὶ τῶν ἤλων τὰ τραύματα, ἅπερ ὁ ἀθάνατος, δι' ἡμᾶς ὑπέστη, καὶ τὴν ἀπιστίαν, μεταβαλῶν χαρμονικῶς, εἰς εὐπιστίαν Θωμᾶ ἐβόησας. Σὺ εἶ Θεὸς καὶ Κύριος, καὶ σὲ δοξάζω φιλάνθρωπε, τὸν τοὶς πάθεσι βλύσαντα, τοὶς πιστοὶς τὴν ἀπάθειαν.
Τὰ θεία ἐποπτεύων, Χριστοῦ τῆς σοφίας νοητὸς ἀναδέδειξαι κρατήρ, μυστικῶς θωμὰ Ἀπόστολε, ἐν ὧ τῶν πιστῶν αἱ ψυχαὶ εὐφραίνονται, τὴ γὰρ θεία σαγήνη τοῦ Πνεύματος, λαοὺς ἀνείλκυσας ἐκ βυθοῦ τῆς ἀπογνώσεως. ὅθεν ἐκ Σιῶν, ὡς ποταμὸς τῆς χάριτος ἐξῆλθες, τὰ σὰ ἐκβλύζων ἔνθεα δόγματα, εἰς τὴν σύμπασαν κτίσιν. Διὸ τοῦ Χριστοῦ τὰ πάθη ἐκμιμούμενος, τὴν πλευρὰν ἑλογχεύθης, καὶ ἐν τῷ γνόφω εἰσδύσας τῆς ἀφθαρσίας, αὐτὸν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.