Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 11 Οκτωβρίου 2009

Ο ΔΙΑΚΟΝΟΙΣ ΕΠΤΑ ΚΑΤΕΙΛΕΓΜΕΝΟΣ, ΩΣ ΠΛΗΡΗΣ ΣΟΦΙΑΣ ΤΕ ΚΑΙ ΘΕΙΑΣ ΧΑΡΙΤΟΣ, ΔΙΑΚΟΝΕΙΝ ΜΑΚΑΡ ΦΙΛΙΠΠΕ....

Ὁ Διακόνοις ἑπτὰ κατειλεγμένος, ὡς πλήρης σοφίας τε καὶ θείας χάριτος, διακονεῖν μάκαρ Φίλιππε, ταὶς τῶν Ἁγίων, ἅμα Στεφάνω χρείαις προκέχρισαι, ὅθεν ἀναιρούμενον, τοῦτον θεώμενος, ἐπὶ Σαμάρειαν ἕδραμες, προστάξει θεία, Θεοῦ τὸν Λόγον κηρύττων ἔνδοξε, καὶ καταυγάζων τοὺς ὑπάρχοντας, ἐν τῷ σκότει τὸ πρίν, οὓς ἐτέλεσας, διὰ Πνεύματος θείου, τῆς ἡμέρας υἱοὺς πάνσοφε.

Θεοσημείας χειρί σου τελουμένας, οἱ δῆμοι θεώμενοι, τυφλῶν ἀνάβλεψιν, καὶ παρειμένων ἀνόρθωσιν, καὶ ἀκαθάρτων, οὗπερ κατώκουν πνευμάτων δίωξιν, ἐξίσταντο Φίλιππε, καὶ συνηλαύνοντο, πρὸς τὴν σωτήριον κάθαρσιν, ἐξ ἀπιστίας, πιστοὶ ἐξαίφνης ἀποδεικνύμενοι, ἅπερ ὃ θεῖος ὡς ἀκήκοεν, Ἀποστόλων χορὸς ἐπευφραίνετο, ὅτι καὶ Σαμαρείας, ἡ πληθὺς Θεῷ προσήνεκται.

Ἄρμα τοῦ Λόγου ὑπάρχων Θεηγόρε, ἐφ' ἅρματος βλέψας τε, προσεποχούμενον, καὶ τὰς ζητήσεις ποιούμενον, τὸν τῆς Κανδάκης, φθάνεις εὐνοῦχον τὸν ἀξιάγαστον, καὶ τούτω τὴν δήλωσιν, καὶ τὴν σαφήνειαν, τῶν ποθουμένων Μακάριε, καθυποδείξας, πείθεις τὴν θείαν αἰτῆσαι κάθαρσιν, ἢς μετασχόντα, θεῖον κήρυκα, ὁ παντουργός Θεὸς ἀπειργάσατο, πάσης Αἰθιοπίας, καὶ Μαρτύρων ἀκροθίνιον.