Δαυϊτικῶς ἀνεβόων, Σέργιος καὶ Βάκχος οἱ Μάρτυρες. Ἰδοὺ δὴ τὶ καλόν, ἢ τὶ τερπνόν, ἀλλ' ἢ τὸ κατοικεῖν Ἀδελφοὺς ἐπὶ τὸ αὐτό, οὐ δεσμούμενοι φύσεως σχέσει, ἀλλὰ πίστεως τρόπω. Ὅθεν οἱ Ἅγιοι, τὸν ἐχθρὸν κατεπάτησαν, καὶ τὸν σταυρὸν ἀράμενοι, τῶ Χριστῷ ἠκολούθησαν, καὶ πρεσβεύουσι τῶ Βασιλεῖ καὶ Θεῷ, δωρηθῆναι ταὶς ψυχαὶς ἡμῶν τὸ μέγα ἔλεος.
Εἰ τὶ καλόν, εἶ τὶ τερπνόν, ἡ αὐτάδελφος γνώμη τῶν Μαρτύρων σου Κύριε, οὓς γὰρ ἡ φύσις σαρκικοὺς ἀδελφοὺς οὒκ ἐγνώρισε, τούτους ἡ πίστις ἀδελφὰ φρονεῖν μέχρις αἵματος κατηνάγκασεν, ὁ Θεός, ταὶς εὐχαὶς αὐτῶν, ἐλέησον ἡμᾶς.
Προφητικῶς τοὶς Ἁγίοις συνελθόντες, τὸν ὕμνον βοήσωμεν. Ἰδοὺ δὴ τὶ καλον, ἢ τὶ τερπνόν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό, οὐ φύσεως ἀκολουθία, ἀλλά, πίστεως ἑνώσει τοῦ Ἁγίου Πνεύματος. τὰ γὰρ φθαρτᾷ βδελυξάμενοι πάντα, ἤραν τὸν σταυρὸν ἐπ' ὤμων, καὶ ἠκολούθησαν τῶ Χριστῷ, Σέργιος καὶ Βάκχος οἱ γενναῖοι Μάρτυρες, καὶ παρρησίαν ἐν οὐρανοῖς κεκτημένοι, πρεσβεύουσιν αὐτῷ ὑπὲρ ἡμῶν, τοῦ καταπεμφθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Ὑποδησάμενος Σέργιος, ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης, τὰ τῶν ἤλων ὑποδήματα, τῶ αἵματι τῶ τῶν ποδῶν ἀπορρέοντι, τὸν ὄφιν τὸν ἐπιτηροῦντα τὴν πτέρναν ἡμῶν ἐξετύφλωσε, καὶ τὸν τοῦ μαρτυρίου στέφανον ἐκομίσατο. Διὸ εὐχαὶς αὐτοῦ Χριστὲ ὁ Θεός, καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας ἡμῶν, καὶ ἡμᾶς ἐλέησον.
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.