Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 23 Οκτωβρίου 2009

ΚΥΡΙΕ, ΕΙ ΚΑΙ ΠΤΕΡΥΓΙΩ ΠΑΡΕΣΤΗ, ΤΟΥ ΙΕΡΟΥ Ο ΙΑΚΩΒΟΣ...

Κύριε, εἰ καὶ πτερυγίω παρέστη, τοῦ ἱεροῦ ὁ Ἰάκωβος, ἀλλὰ παρρησία λαλήσας, Θεὸν Λόγον σὲ ἐκήρυξε, Δημιουργὸν τοῦ παντός, κόσμω ἐπιδημήσαντα, οὗ ταὶς πρεσβείαις καὶ νὺν παράσχου, τὸν φωτισμὸν ταὶς ψυχαὶς ᾑμων.
Εἰς πᾶσαν τὴν γὴν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Κύριε, εἰ καὶ ἐν τῷ ξύλω ἡ κάρα, τοῦ Ἀποστόλου συντέτριπται, ἀλλ' ἐν Παραδείσῳ τῶ ξύλω, τῶ τῆς ζωῆς σοὶ προσήνεκται, τῶν γὰρ προσκαίρων λυθείς, αἰωνίως ἀγάλλεται, οὗ ταὶς πρεσβείαις ταὶς Ἐκκλησίαις, τὴν εἰρήνην σου κατάπεμψον.
Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Κύριε, σὲ ὁμολογήσας γενναίως, ὁ Ἀδελφόθεος γέγηθεν, Υἱὸν τοῦ Θεοῦ τοῦ ὑψίστου, εἰλικρινῶς ὁ ἀοίδιμος, τοὺς δὲ δυσφήμους ἐχθρούς, κατήσχυνε καὶ ἔπαυσε, διὰ τοῦτο καὶ ἐναθλήσας, σοὶ παρέστη ἀγαλλόμενος.
Τοῦ ἀρχιποίμενος Χριστοῦ, Ἀδελφὸς χρηματίσας καὶ διάδοχος, καὶ ἐν Ἀποστόλοις ἐπίσημος, τὸν ὑπὲρ αὐτοῦ θάνατον ἠγάπησας, καὶ τὸ μαρτύριον οὐκ ἐπησχύνθης, Ἰάκωβε ἔνδοξε. Αὐτὸν ἱκέτευε ἀδιαλείπτως, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.