Χριστῷ ἠκολούθησας, Θωμᾶ Ἀπόστολε, καὶ τοῦ κόσμου κατεφρόνησας καὶ τὰ τούτου διδάγματα, ἐν τῷ ταμείω σου κρύψας, ἀνεδείχθης, Ἀπόστολος, ὅθεν γενόμενος ἐν τοῖς ἔθνεσι, τὰς τούτων ὑπὸ τῆς πλάνης, καὶ τῶν παθῶν σκοτισθείσας ψυχάς, ἐντολαὶς τοῦ Σωτῆρος ἐφώτισας, πιστεύειν εἰς Τριάδα ὁμοούσιον.
Τῶ τῆς γνώσεως θείω πυρί, τὴν ψυχὴν καταυγασθείς, ἐν πᾶσι τοῦ Δεσπότου μιμητὴς γέγονας, ὡς ἔννομος μαθητής, Θωμᾶ Ἀπόστολε, τῶ γὰρ καλάμω τοῦ Σταυροῦ, ἐκ τοῦ βυθοῦ τῆς ἀγνωσίας, εὐσεβῶν ψυχὰς ἐζώγρησας. Ὅθεν καὶ τὴν τῶν Ἰνδῶν ἐζοφωμένην διάνοιαν, τῶ τοῦ θείου Πνεύματος ἀγκίστρω ἐσαγήνευσας. Χριστὸν τὸν Θεόν ἀεὶ δυσώπει, καὶ ἡμᾶς ῥυσθῆναι τῆς τοῦ ἐχθροῦ ἐζοφωμένης ὄψεως, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τὸν τῆς ἀλείας βυθὸν καταλιπῶν, τῶ τοῦ Σταυροῦ καλάμω πίστει προσέδραμες, καὶ ἐν αὐτῷ πάντας ἐζώγρησας, Θωμᾶ Ἀπόστολε. διὸ καὶ τὴν ἄχραντον πλευρὰν τοῦ Λόγου, τὴ χειρὶ ψηλαφήσας, τῶν πεπαρμένων ἤλων τὰς ὠτειλάς, τῶ δακτύλω κατιδεῖν κατηξίωσαι. Χριστῷ τῶ Θεῷ ἐκτενῶς πρέσβευε ἀεί, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τὰ θεία ἐποπτεύων, Χριστοῦ τῆς σοφίας, νοητὸς ἀναδέδειξαι κρατήρ, μυστικῶς Θωμᾶ Ἀπόστολε, ἐν ὧ τῶν πιστῶν αἱ ψυχαὶ εὐφραίνονται, τὴ γὰρ θεία σαγήνη τοῦ Πνεύματος, λαους ἀνείλκυσας, ἐκ βυθοῦ τῆς ἀπογνώσεως, ὅθεν ἐκ Σιῶν, ὡς ποταμὸς τῆς χάριτος ἐξῆλθες, τὰ σὰ ἐκβλύζων ἔνθεα δόγματα, εἰς τὴν σύμπασαν κτίσιν. Διὸ τοῦ Χριστοῦ τὰ πάθη ἐκμιμούμενος, τὴν πλευρὰν ἑλογχεύθης, καὶ ἐν τῷ γνόφω εἰσδύς της ἀφθαρσίας, αὐτὸν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.