Χάρις τοὶς χείλεσί σου Λουκᾶ, πυρίνη γλώσση ἐξεχύθη Ἀπόστολε, καὶ γλῶσσα πυρὸς ἐδείχθης, λόγους ἐκπέμπων φωτός, τοὶς φωτὸς ἀξίοις τῶ κηρύγματι, βολίδας φλεγούσας δέ, τοὶς τὸ σκότος ποθήσασι, γράφων διδάσκων, τὸ σεπτὸν Εὐαγγέλιον, καὶ ὀσμὴ ζωῆς, τοὶς ζωὴν ὀντως Θέλουσιν, ὤφθης ὡς Παῦλος ἔφησεν, ὃν ἔσχες διδάσκαλον, ὀσμὴ θανάτου δὲ πάλιν, τοὶς μὴ ζωὴν ἀγαπήσασιν. Ἀλλ' ἡμῖν εἰρήνην, καὶ ζωὴν καὶ φῶς παράσχου, καὶ μέγα ἔλεος.
Εἰς πᾶσαν τὴν γὴν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Ἔγνωμεν ἐκ τῶν λόγων τῶν σῶν, καθάπερ ἔφης τὴν τῶν λόγων ἀσφάλειαν, ὧν ἔθου ἐνθέως Μύστα, ἐπεῖπερ γράψαι ἡμῖν, περὶ τῶν πραγμάτων ἐπεχείρησας, ὧν πεπληροφόρησαι, καὶ καθὼς σοὶ παρέδωκαν, οἱ πρὶν αὐτόπται, ὧν καὶ σὺ ἴσος γέγονας, ὑπηρέτης τε, τῆς τοῦ Λόγου σαρκώσεως, ὃν μετὰ τὴν Ἀνάστασιν, εἰς Ἐμμαοὺς ἔβλεψας, καὶ καιομένη καρδία, μετὰ Κλεόπα συνέφαγες. Αὐτοῦ θείας θέρμης, καὶ ἡμῶν τῶν σὲ τιμώντων, τὰς ψυχὰς πλήρωσον.
Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Χαῖρε ὁ μόνος γράψας ἡμῖν, τὸ Χαῖρε χαίρων τῆς Ἁγνῆς Εὐαγγέλιον, καὶ ταύτην Κυριοτόκον, εἰπόντα τὸν Βαπτιστήν, ἐκ γαστρὸς οὗ γράφεις, καὶ τὴν σύλληψιν, καὶ Λόγου τὴν σάρκωσιν, πειρασμοὺς καὶ τὰ θαύματα, λόγους καὶ πάθη, τὸν σταυρὸν καὶ τὸν θάνατον, καὶ τὴν ἔγερσιν, ἣν πὲρ εἶδες, καὶ ἄνοδον, Πνεύματός τε τὴν κάθοδον, κηρύκων τὰς πράξεις τε, καὶ ἐξαιρέτως τοῦ Παύλου, οὗ πὲρ ἐδείχθης συνέκδημος, ἀκέστορ καὶ Μύστα, καὶ φωστὴρ τῆς Ἐκκλησίας, ἣν φρούρει πάντοτε.
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.