Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 16 Σεπτεμβρίου 2009

.... ΗΡΑΣ, ΤΟ ΠΛΑΝΩΜΕΝΟΝ ΣΩΤΗΡ...

Ὤφθη, ἡ τοῦ ξύλου πονηρά, γεῦσις ἐν Ἐδὲμ τοὶς γενάρχαις, συμβάσα πάλαι δεινῶς, θάνατον εἰσάξασα παντὶ τῶ γένει βροτῶν, ἀλλὰ νὺν πρὸς ἀκήρατον, ζωὴν καὶ ἀμείνω, λήξιν ἀνεκλήθημεν, διὰ τοῦ θείου Σταυροῦ, ὃν πὲρ ἀνυψοῦντες ὑμνοῦμεν, τὸν ἀνυψωθέντα ἐν τούτῳ, Κύριον καὶ κόσμον, συνυψώσαντα.



Ἥρας, τὸ πλανώμενον Σωτήρ, πρόβατον ἐπ' ὤμων καὶ τοῦτο, τῶ σῶ προσήξας Πατρί, διὰ τοῦ τιμίου σου, καὶ ζωηφόρου Σταυροῦ, καὶ Ἀγγέλοις ἠρίθμησας, ἐν Πνεύματι θείω, ξύλον γὰρ ἀντέθηκας, ἀντὶ τοῦ ξύλου Χριστέ, ὃν νὺν ἀνυψοῦντες ἐν πίστει, σὲ τὸν ἐν αὐτῷ ὑψωθέντᾳ, καὶ ἡμᾶς ὑψώσαντα δοξάζομεν.



Στῶμεν, ἐν τῷ οἴκω τοῦ Θεοῦ, πράξεσι κομῶντες ἐνθέοις, καὶ τὸν Κρανίου πιστοί, χῶρον ἐποπτεύσωμεν, καθαρωτάτω νοϊ, καὶ ὑψούμενον βλέψωμεν, βροτοὶ σὺν Ἀγγέλοις, ξύλον τὸ πανάγιον, ἐν ὧ Χριστὸς ὁ Θεός, χείρας ἑκουσίως ἁπλώσας, εἵλκυσεν ἐζώγρησε πάντας, καὶ πρὸς οὐρανοὺς ἡμᾶς ἀνύψωσεν.