Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 9 Σεπτεμβρίου 2009

ΔΕΥΤΕ ΝΥΝ ΧΟΡΕΥΣΩΜΕΝ, ΑΣΜΑΤΙΚΩΣ Ω ΦΙΛΕΟΡΤΟΙ, ΚΑΙ ΠΙΣΤΩΣ ΕΟΡΤΑΣΩΜΕΝ, ΤΗΝ ΜΝΗΜΗΝ ,,,,,

Δεῦτε νὺν χορεύσωμεν, ἀσματικῶς ὧ φιλέορτοι, καὶ πιστῶς ἑορτάσωμεν, τὴν μνήμην γεραίροντες, Ἰωακεὶμ καὶ Ἄννης, τῆς σεπτῆς δυάδος, αὐτοὶ γὰρ ἔτεκον ἡμῖν, τὴν Θεομήτορα καὶ Παρθένον ἁγνήν, διὸ πὲρ καὶ μετέστησαν, ἐκ τῶν προσκαίρων πρὸς ἄληκτον, καὶ ἀείζωον οἴκησιν, δυσωποῦντες σωθῆναι ἡμᾶς.
Εὐφρόσυνον τέρπεται, σήμερον κτίσις ἡ σύμπασα, Θεοτόκε πανύμνητε, ἐτήσιον ἄγουσα, μνήμην ὁμοφρόνως, τῶν σῶν γεννητόρων, Ἰωακεὶμ τοῦ θαυμαστοῦ, ὁμοῦ καὶ Ἄννης πανηγυρίζουσα, χαρὰν γὰρ προεξένησαν, σὲ παρ' ἐλπίδα βλαστήσαντες, τὴν τὸ φῶς ἀπαστράψασαν, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
Ἀγάλλεται σήμερον, Ἄννα σκιρτῶσα ἐν πνεύματι, καὶ εὐφραίνεται χαίρουσα, τυχοῦσα ἐφέσεως, ἢς πὲρ ἐπεπόθει, πάλαι εὐτεκνίας, ἐπαγγελίας γὰρ καρπόν, καὶ εὐλογίας θεῖον ἐβλάστησε, Μαρίαν τὴν πανάμωμον, τὴν τὸν Θεὸν ἡμῶν τέξασαν, καὶ τὸν ἥλιον λάμψασαν, τοὶς ἐν σκότει καθεύδουσι.
Νεύροις συγκοπτόμενος, διὰ Χριστὸν Παναοίδιμε, καὶ ἰκρίω κρεμάμενος, καὶ σάρκας ξεόμενος, ἀπηνῶς ξυστήρσι, θύειν τε εἰδώλοις, ἐγκελευόμενος σοφέ, οὐκ ἐξηρνήσω τὸν πάντων Κύριον, ἀλλ' ἤλεγξας τοὶς πόνοις σου, τὸ ἀσθενὲς καὶ ἐξίτηλον, τῶν εἰδώλων καὶ γέγoνας τῶν Ἀγγέλων συνόμιλος.
Δέσμιος ἀγόμενος, καὶ ταὶς πληγαὶς σεμνυνόμενος, τοὺς ὁρῶντας προέτρεπες, μιμεῖσθαι τὸν δρόμον σου, πρὸς τὰς οὐρανίους, Μάκαρ ἀντιδόσεις, ἀποσκοποῦντας, αἱ πολλήν, τὴν εὐφροσύνην καὶ τὴν τερπνότητα, παρέχουσιν ὡς ἄφθαρτοι, καὶ εἰς ἀεὶ παραμένουσαι, τοὺς Χριστὸν θεραπεύοντας, κληρονόμους λαμβάνουσιν.
Λίθοις συνθλαττόμενος, τὰς σιαγόνας, Ἀοίδιμε, καὶ πλευρὰς σπαθιζόμενος, λίθωπαμμεγίστω τε, τράχηλον καὶ πόδας, συνθλώμενος Μάκαρ, καὶ ἁρμονίας ἀπηνῶς, παραλυόμενος ὄντως ἔθλασας, τὴν κεφαλὴν τοῦ δράκοντος, ὑπομονῆς γενναιότητι, ἣν ἡττῆσαι οὐκ, ἴσχυσε, τῶν βασάνων ἡ κάκωσις.