Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 20 Σεπτεμβρίου 2009

ΟΦΙΝ, ΑΝΕΣΤΗΛΩΣΕ ΧΑΛΚΟΥΝ, ΠΑΛΑΙ ΜΩΥΣΗΣ Ο ΘΕΟΠΤΗΣ....

Ὄφιν, ἀνεστήλωσε χαλκοῦν, πάλαι Μωϋσῆς ὁ θεόπτης, πρὸς τὴν ἀναίρεσιν, τῶν δακνόντων ὄφεων, αὐτὸς δὲ ὅλον σαυτόν, ἐπὶ ξύλου ἀνύψωσας, Σωτήρ μου ζωώσας, πάντας ἐν τῷ θείῳ σου, καὶ ζωηφόρῳ Σταυρῷ· ὃς νῦν, ἀνυψούμενος φλέγει, φάλαγγας δαιμόνων, καὶ τρέπει, τῶν βαρβάρων φῦλα καὶ φρυάγματα.

Σύ μου, τὸ φθαρτόν τε καὶ θνητόν, Σῶτερ ἐκ Παρθένου φορέσας, καὶ Θεομήτορος, ἄφθαρτον ἀπέδειξας, καὶ πρὸς ζωὴν καὶ τρυφήν, ἀτελεύτητον εἵλκυσας, πρὸς ἥν ἐπανάγεις, πάντας τοὺς ὑμνοῦντάς σε, Λόγε Χριστὲ ὁ Θεός, ὅπλον κραταιὸν ἐν πολέμοις, Δέσποτα τὸν θεῖον Σταυρόν σου, τῷ πιστῷ σου Ἄνακτι δωρούμενος.

Λάμψον, φῶς ἀπρόσιτον ἡμῖν· ἔργον γὰρ ἐσμὲν τῶν χειρῶν σου, πάντες Χριστὲ ὁ Θεός, ὅπλῳ δὲ στεφάνωσον, τοὺς εὐσεβεῖς Βασιλεῖς, νίκας τούτοις δωρούμενος, κατὰ πολεμίων, τεῖχος καὶ ὀχύρωμα, ἰσχὺν καὶ ἄσυλον, ὄλβον, τὸν Σταυρόν σου πλουτοῦσιν, Ὕψιστε ὁ ἄφθορον μήτραν, Σῶτερ ὑποδὺς τῆς Θεομήτορος.