Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 20 Σεπτεμβρίου 2009

Ο ΔΕ ΘΕΟΣ.... ΣΗΜΕΡΟΝ ΠΡΟΕΡΧΕΤΑΙ Ο ΣΤΑΥΡΟΣ ΤΟΥ ΚΥΡΙΟΥ...

Ῥαπίσματα ὑπήνεγκας, καὶ σταύρωσιν Μακρόθυμε, καὶ ὀνείδη, θέλων πάντας ἐκ χειρός, λυτρώσασθαι τοῦ πλάνου, ὁ μόνος ζωοδότης, καὶ πανοικτίρμων καὶ φιλάνθρωπος.
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Τιμῶ σου τὸν Σταυρὸν ἀγαθέ, τοὺς ἥλους καὶ τὴν λόγχην Σωτήρ, δι' ὧν πάντας, ἐλυτρώσω τῆς φθορᾶς, ὡς μόνος ζωοδότης, καὶ πάντων εὐεργέτης, μόνε φιλάνθρωπε Σωτὴρ ἡμῶν.
Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
Σταυρῷ προσηλωθεὶς δι' ἐμέ, Σωτήρ μου ὑπεράγαθε, ἐρραπίσθης, καὶ ὑβρίσθης Λυτρωτά, καὶ ὄξος ἐποτίσθης, καὶ λόγχῃ ἐκεντήθης, καὶ πάντα φέρεις ἀναμάρτητε.
Ἀδαμάντινε τὴν ψυχήν, πῶς σε κατ' ἀξίαν ἐπαινέσωμεν; τὴν γὰρ φύσιν ὑπερέβης, χρημάτων καὶ παίδων, καὶ τῆς συμβίου στερούμενος, τὴν μακαρίαν ἐκείνην, καὶ ἀοίδιμον φωνὴν τοῦ Ἰὼβ ἐξεβόησας, ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο, ὡς τῷ Κυρίῳ ἔδοξεν. Οὕτω καὶ ἐγένετο. Ἀλλ' ὃν ἠγάπησας Θεόν, καὶ ὃν θερμῶς ἐπεπόθησας, πάλιν σοι τοὺς φιλτάτους ἐδωρήσατο, συναθλητὰς γενέσθαι σοι προμηθευσάμενος, μεθ' ὧν διὰ ποικίλων βασάνων, τὸ μακάριον τέλος διήνυσας, αὐτοὺς καὶ συμπρεσβευτάς σου λαβόμενος, καρτερόψυχε Εὐστάθιε, δυσώπησον λυτρωθῆναι ἡμᾶς, τῶν ἀνομιῶν ἡμῶν.
Σήμερον προέρχεται ὁ Σταυρὸς τοῦ Κυρίου, καὶ πιστοὶ εἰσδέχονται αὐτὸν ἐκ πόθου, καὶ λαμβάνουσιν ἰάματα, ψυχῆς τε καὶ σώματος, καὶ πάσης μαλακίας, αὐτόν ἀσπασώμεθα τῇ χαρᾷ καὶ τῷ φόβῳ, φόβῳ διὰ τὴν ἁμαρτίαν, ὡς ἀνάξιοι ὄντες· χαρᾷ δὲ διὰ τὴν σωτηρίαν, ἣν παρέχει τῷ κόσμῳ, ὁ ἐν αὐτῷ προσπαγεὶς Χριστὸς ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.