Ὑψουμένου σου Δέσποτα, ἐν Σταυρῷ συνανύψωσας, τοῦ Ἀδὰμ τὴν ἔκπτωτον, φύσιν ἅπασαν, διὸ ὑψοῦντες τὸν ἄχραντον, Σταυρόν σου φιλάνθρωπε, τὴν ἐξ ὕψους σου ἰσχύν, ἐξαιτοῦμεν κραυγάζοντες, Σῶσον Ὑψιστε, ὡς Θεὸς ἐλεήμων τοὺς τιμῶντας, τὴν σεπτήν τε καὶ φωσφόρον, τοῦ σοῦ Σταυροῦ θείαν ὕψωσιν.
Ψαλμικῶς νυνὶ βλέπομεν, ὑποπόδιον Δέσποτα, ἔνθα πόδες ἔστησαν, σοῦ οἱ ἄχραντοι, σήμερον πόθω ὑψούμενον, Σταυρόν σου τὸν τίμιον, καὶ ὑψοῦντες εὐσεβῶς, δυσωπούμέν σε κράζοντες, Πάντας Ὕψιστε, τῶ Σταυρῶ σου τῶ θείω ἁγιάσας, τῆς ἀφάτου εὐσπλαγχνίας, μετόχους δεῖξον καὶ χάριτος.
Ὡς ἀήττητον τρόπαιον, θυρεὸν ἀπροσμάχητον, καὶ ὡς σκῆπτρον ἓν Θεον, προσκυνούμέν σου, Σταυρὸν Χριστὲ τὸν πανάγιον, δι' οὗ κόσμος σέσωσται, καὶ χορεύει ὁ Ἀδάμ, γηγενῶν τὰ συστήματα, τοῦτον ἄσμασιν, εὐφημοῦντες τιμῶμεν, καὶ τὴν τούτου, θείαν Ὕψωσιν τελοῦντες, τὸν ἱλασμὸν ἐξαιτούμεθα.
Σύ μου σκέπη κραταιά, ὑπάρχεις ὁ τριμερὴς Σταυρὸς τοῦ Χριστοῦ, ἁγίασόν με τὴ δυνάμει σου, ἵνα πίστει καὶ πόθω, προσκυνῶ καὶ δοξάζω σε.
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.