Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 15 Σεπτεμβρίου 2009

ΣΗΜΕΡΟΝ ΤΟΥ ΧΡΙΣΤΟΥ, Ο ΣΤΑΥΡΟΣ ΑΝΥΨΟΥΤΑΙ.....

Σήμερον τοῦ Χριστοῦ, ὁ Σταυρὸς ἀνυψοῦται, τὸ ζωηφόρον ξύλον, ἐν ὧ σαρκὶ ἐπάγη, πάντας ἀνακαλούμενος.
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῶ ὑποποδίω τῶν ποδῶν αὐτοῦ.
Χαίροις τὸ τῶν πιστῶν, φυλακτήριον θεῖον, ἀπροσμάχητον τεῖχος, Σταυρὸς ὁ τοῦ Κυρίου, δι' οὗ ἀπὸ γῆς ἤρθημεν.
Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάστο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
Δεῦτε χαρμονικῶς, ἀσπασώμεθα πάντες, τὸ σωτήριον ξυλον, ἐν ὠεξετανύθῃ, Χριστὸς ἡ ἀπολύτρωσις.
Σήμερον ἡ οἰκουμένη πᾶσα, τὴ τοῦ ἀθλοφόρου ἀγάλλεται ἀθλήσει, καὶ ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τοὶς ἄνθεσιν ὡραϊζομένη, Χριστομάρτυς βοᾷ σοί, θεράπον Χριστοῦ, καὶ προστάτα θερμότατε, μὴ ἐλλίπης πρεσβεύειν ὑπὲρ τῶν δούλων σου.
Σήμερον τὸ φυτὸν τῆς ζωῆς ἐκ τῶν τῆς γῆς ἀδύτων ἀνιστάμενον, τοῦ ἐν αὐτῷ παγέντος Χριστοῦ, πιστοῦται τὴν ἀνάστασιν, καὶ ἀνυψούμενον χερσὶν ἱεραῖς, τὴν αὐτοῦ πρὸς οὐρανούς, καταγγέλλει ἀνύψωσιν, δι' ἦς τὸ ἡμέτερον φύραμα, ἐκ τῆς εἰς γὴν καταπτώσεως, εἰς οὐρανοὺς πολιτεύεται, διὸ εὐχαρίστως βοήσωμεν, Κύριε, ὁ ὑψωθεὶς ἐν αὐτῷ, καὶ δι' αὐτοῦ συνανυψώσας ἡμᾶς, τῆς οὐρανίου χαρὰς ἀξίωσον τοὺς ὑμνούντάς σε.